1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

92

τῷ ὑποδείγματι, κἂν εὐτελέστερον εἶναι δοκῇ) ἱματίῳ παλαιῷ ὑπὸ τῆς τυχούσης προφάσεως ῥᾳδίως καταρρηγνυμένῳ, ὃ πρὸς τὴν ἐξ ἀρχῆς ἰσχὺν ἐπαν ελθεῖν πάλιν ἀδυνατεῖ. Ὡς οὖν ἐν καιρῷ τοιούτῳ, μεγάλης χρεία τῆς σπουδῆς καὶ πολλῆς τῆς ἐπιμελείας εὐεργετη θῆναί τι τὰς Ἐκκλησίας. Εὐεργεσία δέ ἐστιν ἑνωθῆναι τὰ τέως διεσπασμένα. Ἕνωσις δ' ἂν γένοιτο, εἰ βουληθείημεν ἐν οἷς μηδὲν βλάπτομεν τὰς ψυχὰς συμπεριενεχθῆναι τοῖς ἀσθενεστέροις. Ἐπεὶ οὖν πολλὰ στόματα ἤνοικται κατὰ τοῦ Πνεύματος τοῦ Ἁγίου καὶ πολλαὶ γλῶσσαι ἠκόνηνται εἰς τὴν κατ' αὐτοῦ βλασφημίαν, ἀξιοῦμεν ὑμᾶς, ὅσον ἐστὶν ἐφ' ὑμῖν, εἰς ὀλίγον ἀριθμὸν περιστῆσαι τοὺς βλασφημοῦντας καὶ τοὺς μὴ λέγοντας κτίσμα τὸ Πνεῦμα τὸ Ἅγιον δέχεσθαι εἰς κοινωνίαν, ἵνα μόνοι καταλειφθῶσιν οἱ βλάσφημοι καὶ ἢ καταισχυνθέντες ἐπανέλθωσι πρὸς τὴν ἀλήθειαν ἢ ἐπιμένοντες τῇ ἁμαρτίᾳ ἀναξιόπιστοι ὦσι διὰ τὴν ὀλιγότητα. Μηδὲν τοίνυν πλέον ἐπιζητῶμεν, ἀλλὰ προτεινώμεθα τοῖς βουλομένοις ἡμῖν συνάπτεσθαι ἀδελ φοῖς τὴν ἐν Νικαίᾳ πίστιν, κἂν ἐκείνῃ συνθῶνται, ἐπε ρωτῶμεν καὶ τὸ μὴ δεῖν λέγεσθαι κτίσμα τὸ Πνεῦμα τὸ Ἅγιον μηδὲ κοινωνικοὺς αὐτῶν εἶναι τοὺς λέγοντας. Πέρα δὲ τούτων ἀξιῶ μηδὲν ἐπιζητεῖσθαι παρ' ἡμῶν. Πέπεισμαι γὰρ ὅτι τῇ χρονιωτέρᾳ συνδιαγωγῇ καὶ τῇ ἀφιλονείκῳ συγγυμνασίᾳ, καὶ εἴ τι δέοι πλέον προστεθῆναι εἰς τράνω σιν, δώσει ὁ Κύριος ὁ πάντα συνεργῶν εἰς ἀγαθὸν τοῖς ἀγαπῶσιν αὐτόν.

114.τ ΤΟΙΣ ΕΝ ΤΑΡΣΩ ΠΕΡΙ ΚΥΡΙΑΚΟΝ

114.1 Ὅσον ἐστὶ τὸ τῆς εἰρήνης ἀγαθὸν τί χρὴ λέγειν πρὸς ἄνδρας υἱοὺς τῆς

εἰρήνης; Ἐπεὶ οὖν τὸ μέγα τοῦτο καὶ θαυμαστὸν καὶ πᾶσι περισπούδαστον τοῖς ἀγαπῶσι τὸν Κύριον κινδυνεύει λοιπὸν εἰς ὄνομα ψιλὸν περιστῆναι, διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγείσης λοιπὸν τοῖς πολλοῖς τῆς ἀγάπης, οἶμαι προσήκειν μίαν ταύτην εἶναι σπουδὴν τοῖς γνησίως καὶ ἀληθινῶς δουλεύουσι τῷ Κυρίῳ τὸ ἐπαναγαγεῖν πρὸς ἕνωσιν τὰς Ἐκκλησίας τὰς πολυ μερῶς καὶ πολυτρόπως ἀπ' ἀλλήλων διατμηθείσας. Ὃ δὴ καὶ αὐτὸς ἐπιχειρῶν ποιεῖν, οὐκ ἂν δικαίως πολυπράγ μονος αἰτίαν λάβοιμι. Οὐδὲν γὰρ οὕτως ἴδιόν ἐστι χρισ τιανοῦ ὡς τὸ εἰρηνοποιεῖν· διὸ καὶ τὸν ἐπ' αὐτῷ μισθὸν μέγιστον ἡμῖν ὁ Κύριος ἐπηγγείλατο. Συντυχὼν τοίνυν τοῖς ἀδελφοῖς καὶ θεασάμενος αὐτῶν πολὺ μὲν τὸ φιλάδελφον καὶ τὸ περὶ ὑμᾶς ἀγαπητικόν, πολλῷ δὲ ἔτι πλέον τὸ φιλόχριστον καὶ τὸ περὶ τὴν πίστιν ἀκριβές τε καὶ εὔτονον, καὶ ὅτι πολλὴν ἀμφοτέρων ποιοῦνται σπουδήν, τῆς τε ὑμετέρας ἀγάπης μὴ χωρίζεσθαι καὶ τὴν ὑγιαίνουσαν πίστιν μὴ καταπροδοῦναι, ἀποδεξάμενος αὐτῶν τὴν ἀγαθὴν προαίρεσιν ἐπιστέλλω τῇ σεμνότητι ὑμῶν παρακαλῶν πάσῃ ἀγάπῃ ἔχειν αὐτοὺς ἡνωμένους γνησίως καὶ πάσης ἐκκλησιαστικῆς φροντίδος κοινωνούς, ἐγγυησάμενος καὶ αὐτοῖς τὴν ὑμετέραν ὀρθότητα ὅτι καὶ αὐτοὶ τῇ τοῦ Θεοῦ χάριτι τῷ ὑπὲρ τῆς ἀληθείας ζήλῳ πρὸς πάντα ἐστὲ παρα τεταγμένοι, ὅσαπερ ἂν δέῃ παθεῖν ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας. Ἔστι δέ, ὡς ἐμαυτὸν πείθω, τὰ οὔτε ὑμῖν ὑπε ναντία καὶ τοῖς προειρημένοις τῶν ἀδελφῶν αὐτάρκη πρὸς πληροφορίαν ταῦτα, ὁμολογεῖν ὑμᾶς τὴν ἐκ τῶν Πατέρων ἡμῶν ἐκτεθεῖσαν πίστιν τῶν ἐν Νικαίᾳ ποτὲ συνελθόντων καὶ μηδεμίαν τῶν ἐκεῖ λέξεων ἀθετεῖν, ἀλλ' εἰδέναι ὅτι τριακόσιοι δέκα καὶ ὀκτώ, ἀφιλονείκως συνιόντες, οὐκ ἄνευ τῆς τοῦ Ἁγίου Πνεύματος ἐνεργείας ἐφθέγξαντο, προσθεῖναι δὲ τῇ πίστει ἐκείνῃ καὶ τὸ μὴ χρῆναι λέγειν κτίσμα τὸ Πνεῦμα τὸ Ἅγιον, μὴ μέντοι μηδὲ τοῖς λέγουσι κοινωνεῖν, ἵνα καθαρὰ ᾖ τοῦ Θεοῦ ἡ Ἐκκλησία μηδὲν ζιζάνιον ἑαυτῇ παραμεμιγμένον ἔχουσα. Ταύτης αὐτοῖς τῆς πληροφορίας παρὰ τῆς εὐσπλαγχνίας ὑμῶν προτεθείσης καὶ αὐτοὶ τὴν πρέπουσαν ὑμῖν ὑποταγὴν ἕτοιμοί εἰσι