οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
διαπρέποντες, εἰς ἀνάληψιν ἀρε τῆς τὸν οἰκεῖον εὐτρεπίσωμεν νοῦν, προκαταβα λόντες ὥσπερ καὶ προῤῥιζώσαντες ταῖς ἰδίαις ψυχαῖς τῆς ἀνυπαιτίου πίστεως τὴν ὀρθότητα. Πιστεῦσαι δὲ χρὴ τὸν ἀληθῆ καὶ φιλόθεον ὄντως Χριστιανὸν, εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον· ὥστε δηλονότι τὸν Θεὸν καὶ Πατέρα νοεῖν τε καὶ λέγειν πηγὴν ἀληθῶς τοῦ ἰδίου γεννήματος καὶ ῥίζαν, ὥσπερ τινὰ συναΐδιον αὐτῇ τὸν ἐξ αὐτῆς λαχοῦσαν καρπόν. Τῶν μὲν γὰρ ἄλλων ἁπάντων ὁρατῶν τε καὶ ἀοράτων γενεσιουργός ἐστι καὶ θε λήσει Πατήρ. Οὕτω γὰρ εἶναί φαμεν τὰ πάντα ἐκ Θεοῦ. Τοῦ δὲ ἰδίου γεννήματος οὐκ ἔστι δημιουργὸς, ἀλλὰ κατὰ φύσιν Πατήρ. Γεγέννηκε γὰρ ἀληθῶς ὃν κατὰ ἀπόῤῥοιαν, ἢ ἀποτομὴν, ἢ πάθος, καθάπερ ἀμέλει καὶ ἐφ' ἡμῶν αὐτῶν ἔνεστιν ἰδεῖν. Σῶμα γὰρ πρόεισιν ἀπὸ σώματος· διὸ καὶ μεμέρισται· Θεὸς δὲ, οὐχ οὕτω, ἐπεὶ καὶ μὴ κατὰ σῶμά ἐστι, μηδὲ ἐν τόπῳ, καὶ σχήματι, καὶ περιγραφαῖς· ἀπερι νοήτως δὲ μᾶλλον καὶ ἀῤῥήτως, ὡς Θεός. Οὐδὲ γὰρ ἂν ἐνδέχοιτο τὰ ἡμέτερα παθεῖν τὴν ὑπὲρ πάντα φύσιν. Γεγέννηκε τοίνυν ἐξ ἑαυτοῦ τὸν Υἱὸν ὁ Πα τὴρ, φῶς ἐκ φωτὸς, εἰκόνα καὶ χαρακτῆρα, καὶ ἀπαύγασμα τῆς ἰδίας ὑποστάσεως, καθὰ γέγραπται. Ἀλλ' ἐπείπερ ἦν ἐν ἐσχάτοις τὰ καθ' ἡμᾶς, βασι 77.664 λεύοντος μὲν τοῦ θανάτου, κατεξουσιάζοντος δὲ τῶν ἐπὶ γῆς τοῦ πονηροῦ τε καὶ ἀποστάτου δράκοντος, κατακρατούσης δὲ τῆς ἁμαρτίας, ἄνθρωπος γέγονεν, ἵνα ἡμᾶς πάντας ἐξέληται τῶν ἀρτίως ἀπηριθμη μένων. Γεγονὼς δὲ τοῦτο κατὰ ἀλήθειαν, καὶ σάρκα λαβὼν ἐκ γυναικὸς, φημὶ δὴ τῆς ἁγίας Παρθένου, κατὰ τὰς Γραφὰς, "ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη." Ἄνθρωπος μὲν κατὰ τὸ ὁρώμενον, κατά γε τὴν τῆς σαρκὸς φύσιν, ἤτοι τέλειος τὸν τῆς ἀνθρωπότητος λόγον· Θεὸς δὲ τὸ ἀληθέστερον. Οὐ γὰρ ἐν ἀνθρώπῳ γέγονε, καθάπερ ἐν τοῖς ἁγίοις, ὁ τοῦ Θεοῦ Λόγος, ἀλλὰ αὐτὸς κατὰ ἀλήθειαν πέφηνέ τε καὶ κεχρημάτικεν ἄνθρωπος. Τοιγάρτοι φρονοῦντες ὀρθῶς, οὐ δύο φαμὲν υἱοὺς, ἀλλ' οὐδὲ δύο χριστοὺς, ἢ κυρίους, ἕνα δὲ μᾶλλον Υἱὸν καὶ Κύριον, καὶ πρὸ τῆς ἐνανθρωπήσεως, καὶ ὅτε τὴν τῆς σαρκὸς ἔσχε περιβολήν. Οὐ γὰρ ἀποδιελόντες εἰς δύο, καὶ ἰδίᾳ νοοῦντες ἄνθρωπον, ἰδιαζόντως δὲ πάλιν τὸν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀναλάμψαντα Λόγον προσκυνοῦμεν ὡς Θεόν· ἀλλὰ τομὴν ὅλως ἢ μερι σμὸν κατὰ τόν γε τῆς υἱότητος λόγον, οὐδένα πα ραδεχόμενοι μετὰ τὴν πρὸς σάρκα σύνοδον· ἕνα δὲ μόνον εἰδότες Υἱὸν, μονογενῆ, καθὸ μόνος ἐγεννήθη παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, τὸν αὐτὸν δὲ καὶ πρω τότοκον, ὅτε γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, τιμῶμέν τε καὶ δοξολογοῦμεν ὁμοῦ τοῖς ἁγίοις ἀγγέλοις, ἅτε δὴ καὶ ὑπάρχοντα κατὰ φύσιν Θεόν. Οὕτω καὶ ὁ θεσπέσιος ἔφη Παῦλος· "Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσ κυνησάτωσαν αὐτὸν πάντες ἄγγελοι Θεοῦ." Οὐκοῦν, κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν "Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν." Ἐπεφάνη γὰρ ἀληθῶς ἐν νυκτὶ καὶ σκότῳ περιπατοῦσι, καὶ λόγοις μὲν τοῖς εἰς εὐ σέβειαν τὴν τῶν ἀκροωμένων καταφωτίζων καρδίαν, μεθορμίζεσθαι πρὸς Θεὸν εὖ μάλα διεκελεύετο· τοῖς δὲ ὑπὲρ λόγον τερατουργήμασι, Θεὸν ὄντα κατὰ φύ σιν ἑαυτὸν ἐπιδεικνὺς, ἐκάλει σύμπαντας ἐπὶ τὸ χρῆναι πιστεύειν εὐπετέστερον. Ἀλλ' οἱ πάντα τολ μῶντες εὐκόλως, φημὶ δὴ τοὺς ἐξ Ἰσραὴλ, δέον εὐ χαριστεῖν, καὶ προσήκασθαι μὲν ἀσμένως εὐεργέ την, ἐπιγράφεσθαι δὲ Σωτῆρα καὶ βοηθὸν καὶ Κύ ριον, δυσσεβοῦντες ἡλίσκοντο. Οὐ γὰρ ἐφείσαντο γλώσσης· τολμημάτων δὲ εἶδος ἀνεπιτήδευτον ἀφέν τες οὐδὲν, τὸ τελευταῖον ἐσταύρωσαν· ἔφασκον γὰρ ἴσως ἐν ἑαυτοῖς τὸ καὶ πάλαι διὰ φωνῆς Ἡσαΐου κεχρησμῳδημένον· "∆ήσωμεν τὸν δίκαιον, ὅτι δύσ χρηστος ἡμῖν ἐστιν." Ἀλλ' οἱ μὲν ἐκεῖνα διεσκεμ μένοι, καὶ ἀφιλοθέως τετολμηκότες, αὐτόκλητοι ταῖς ἑαυτῶν κεφαλαῖς ἐπισύροντες τὴν ὀργὴν, πανωλε θρίᾳ διολώλασιν. Ὁ δὲ, καίτοι κατὰ φύσιν ὑπάρχων ζωὴ, συνεχώρει τὴν σάρκα παθεῖν τὸν θάνατον οἰ κονομικῶς δι' ἡμᾶς, "ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ," καθὰ γέγραπται. Κατελθὼν γὰρ εἰς ᾅδου, καὶ τοῖς