Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ὅτιπερ οὐχ ὅτε τεθεμελίωται, τότε καὶ ἀρχὴν τοῦ εἶναι λαμβάνει ὁ τοῦ Θεοῦ Λόγος· ἀλλὰ τὴν ἔνσαρκον ἑαυτοῦ παρουσίαν ἑρμηνεύει διὰ τούτων, καὶ πρὸ τοῦ αἰῶνος ἡδρᾶσθαί φησι καὶ πρὸ πάντων τῶν κτισμάτων, ὅσον εἰς τὴν πρόγνωσιν τοῦ Πατρός. ΑΛΛΟ. Ἔτι εἰς τὸ, Κύριος ἔκτισέ με, καὶ εἰς τὸ, Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με. Λέγει που Παῦλος Ἐφεσίοις ἐπιστέλλων· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ· καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν. Εἰ τοίνυν οὔπω γεγονότες, εἰς υἱοθεσίαν προοριζόμεθα διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτὸν, καὶ εὐλογίαις πνευματικαῖς εὐλογούμεθα ἐν τοῖς ἐπουρανίοις, πῶς οὐκ ἄν τις ἀκούσας λέγοντος τοῦ Υἱοῦ τοῦ Θεοῦ, Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ὅσον εἰς τὴν πρόγνωσιν τοῦ Πατρὸς τὰ τοιαῦτα λέγειν αὐτὸν ὑπολαμβάνοι, καθ' ἣν προγνωσθέντες ἐν αὐτῇ κεκλήμεθα, καὶ πάσης εὐλογίας ἀπολαύομεν, οὔπω πρὸς ὕπαρξιν ἐνεχθέντες ὅλως, ἀλλὰ πολλοῖς ὕστερον γεγονότες καιροῖς; Αὐτὸ δὲ δὴ τοῦτο σαφέστατα διδάσκων ἡμᾶς, αὐτὸς ὁ Κύριος λέγει· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Εἰ δὲ ἡτοίμαστο καὶ ἡ βασιλεία παρὰ τοῦ Πατρὸς τοῖς οὔπω γεγονόσι, καὶ πρὸ τῆς τοῦ κόσμου καταβολῆς, ἡτοίμαστο δὲ πάντως ἐν Χριστῷ, εἰκότως ἂν λέγοι περὶ ἑαυτοῦ· Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων. Ταῦτα γὰρ πάντα τῆς κτίσεως σημαίνει τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάροδον. ΑΛΛΟ, διηγηματικῶς, δι' οὗ τὴν αἰτίαν ὥσπερ μανθάνομεν τοῦ προωρίσθαι ἐν Χριστῷ, καὶ εἰς υἱοθεσίαν ἡμᾶς κατατετάχθαι ἐξ ἀγάπης Θεοῦ καὶ Πατρός. Τὰ συμφέροντα τῇ ἀνθρώπου φύσει προνοήσας ὁ Θεὸς καὶ Πατὴρ, καὶ γινώσκων μὲν ὅτι πεσεῖται πάντως εἰς φθορὰν, τρόπον δὲ αὐτῇ ζητήσας ἀνανεώσεως καὶ τῆς εἰς ἀφθαρσίαν ἐπανόδου, ῥίζας ὥσπερ αὐτῇ τῆς τοιαύτης ἐλπίδος ἐν τῷ ἰδίῳ κατεβάλετο γεννήματι, καὶ εἰς υἱοθεσίαν ἡμᾶς προορίζει δι' αὐτοῦ, καὶ πάσης εὐλογίας πνευματικῆς ἀξιοῖ, καίτοι οὔπω γενομένους· ἵν' ὅταν συμβῇ πεσεῖν εἰς θάνατον διὰ τὴν παράβασιν, ὥσπερ ἐξ ἀρχαίας ῥίζης πάλιν εἰς ζωὴν ἀναβλαστήσῃ, καὶ ὡς ἤδη προευλογηθεῖσα, μὴ παντελῶς ὑπὸ τὴν κατάραν γένηται, ὅταν ἀκούσῃ· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Προθεμελιοῦται τοίνυν ἡμῶν ὁ Χριστὸς, καὶ ἐν αὐτῷ πάντες ἡμεῖς ἐποικοδομούμεθα, καὶ τοῦτο πρὸ καταβολῆς κόσμου κατὰ πρόγνωσιν τοῦ πάντα εἰδότος Θεοῦ· ἵνα, καθάπερ ἤδη προείπομεν, ἀρχαιοτέραν ἔχωμεν τῆς κατά 75.296 ρας τὴν εὐλογίαν, καὶ τῆς εἰς τὸν θάνατον καταδίκης, τὴν εἰς ζωὴν ὑπόσχεσιν, καὶ τῆς ἐκ τοῦ διαβόλου δουλείας, τῆς υἱοθεσίας τὴν ἐλευθερίαν. Ἀνατρέχει δὲ ἡ φύσις εἰς τὸ ἀρχαῖον, τὰ μεταξὺ συμβεβηκότα νικήσασα, διὰ τὴν χάριν τοῦ θεμελιώσαντος αὐτὴν ἐν ἀγαθοῖς ἐν Χριστῷ, καὶ πάλιν ἐκεῖνο γίνεται ὅπερ ἦν ἐν προγνώσει τοῦ Θεοῦ, ἐξ ἀγάπης προοριζομένη πρὸς πάντα τὰ κάλλιστα δι' Υἱοῦ. ΑΛΛΟ, ὡς ἐν ὑποδείγματι. Πῶς ἡμῖν προθεμελιοῦται ἡ τοῦ Θεοῦ σοφία πρὸ τοῦ αἰῶνος, ἀναγκαῖον ἰδεῖν. Ὥσπερ εἴ τις ἀρχιτέκτων σοφὸς οἴκου κατασκευῆς ἀρχόμενος, ἐννοήσας τε, κατὰ τὸ εἰκὸς, μή τι ἄρα καὶ πάθοι, προϊόντος τοῦ χρόνου, τῶν ὅσα πέφυκε γίνεσθαι περὶ τὰς τῶν οἰκοδομημάτων κατασκευὰς, θεμέλιον ἀῤῥαγῆ καταβάλλεται, καὶ ῥίζαν ὥσπερ ἀκλόνητον τοῖς ἔργοις ἐπινοεῖ, ἵν' εἴ τι καὶ πάθοι σωζομένην ἔχοντα τὴν ἀρχὴν, αὖθις ἐπ' αὐτῇ καὶ ἀναστῆναι δυνηθῇ· τὸν αὐτὸν δὴ τρόπον ὁ πάντων δημιουργὸς, τῆς ἡμετέρας σωτηρίας προεθεμελίωσε τὸν Χριστὸν, καὶ πρὸ τῆς τοῦ κόσμου κατασκευῆς, ἵν' ἐπειδήπερ συμβῇ πεσεῖν διὰ τὴν παράβασιν, αὖθις ἀνακτισθῶμεν ἐπ' αὐτῷ. Ὅσον μὲν οὖν εἰς βουλήν τε καὶ πρόθεσιν τοῦ Πατρὸς, καὶ πρὸ τοῦ αἰῶνος θεμελιοῦται Χριστός· τὸ δέ γε ἔργον οἰκείῳ γέγονε καιρῷ, οὕτως ἀπαιτούσης τῆς χρείας τοῦ πράγματος. Ἀνανεούμεθα