93
παρασχέσθαι. Αὐτὸς γὰρ ἐγγυῶμαι τὸ μέρος τῶν ἀδελφῶν ὡς εἰς οὐδὲν ἀντεροῦσιν, ἀλλὰ πᾶσαν ὑμῖν ἐπιδείξονται εὐταξίας ὑπερβολήν, ἑνὸς τούτου αὐτοῖς τοῦ ἐπιζητου μένου παρ' αὐτῶν ὑπὸ τῆς ὑμετέρας τελειότητος ἑτοίμως παρασχεθέντος.
115.τ ΠΡΟΣ ΣΙΜΠΛΙΚΙΑΝ ΑΙΡΕΤΙΚΗΝ
115.1 Ἀβούλως οἱ ἄνθρωποι καὶ μισοῦσι τοὺς κρείττονας καὶ φιλοῦσι τοὺς
χείρονας. ∆ιὸ δὴ καὶ αὐτὸς κατέχω τὴν γλῶτταν, σιωπῇ τῶν ἐμῶν ὕβρεων πνίγων τὸν ὄνειδον. Ἐγὼ δὲ μενῶ τὸν ἄνωθεν ∆ικαστὴν ὃς οἶδε πᾶσαν κακίαν ἐν τέλει ἀμύνασθαι. Κἂν γὰρ ὑπὲρ ψάμμον τις ἐκχέῃ χρήματα, βλάπτει ψυχὴν πατήσας τὸ δίκαιον. Ἀεὶ γὰρ θυσίαν Θεός, οὐχ ὡς χρῄζων, οἶμαι, ζητεῖ, ἀλλὰ θυσίαν πολυτελῆ τὴν εὐσεβῆ καὶ δικαίαν γνώμην δεχόμενος. Ὅταν δέ τις ἑαυτὸν παραβαίνων πατῇ, κοινὰς λογίζεται τὰς εὐχάς. Σαυ τὴν οὖν τῆς ἐσχάτης ἡμέρας ὑπόμνησον, ἡμᾶς δὲ αὐτούς, εἰ βούλει, μὴ δίδασκε. Ἴσμεν σου πλείονα καὶ ταῖς ἔνδοθεν ἀκάνθαις οὐ τοσοῦτον συμπνιγόμεθα, οὔτε ἐν ὀλίγοις καλοῦ δεκαπλασίονα κακίαν ἐπιμίγνυμεν. Ἐπή γειρας ἡμῖν σαύρας καὶ φρύνους, ἐαρινὰ δῆθεν θηρία, πλὴν ὅμως ἀκάθαρτα. Ἀλλ' ἥξει πτερὸν ἄνωθεν τὸ ταῦτα νεμό μενον. Ἐμοὶ γὰρ λόγος, οὐχ ὡς σὺ νομίζεις, ἀλλ' ὡς οἶδε κρίνειν Θεός. Εἰ δὲ καὶ μαρτύρων χρεία, οὐ δοῦλοι στή σονται οὐδὲ εὐνούχων γένος ἄτιμον καὶ πανώλεθρον τοῦτο δὴ τοῦτο ἄθηλυ, ἄνανδρον, γυναικομανὲς καὶ ἐπίζηλον, κακόμισθον, εὐμετάβλητον, ἀμετάδοτον, πάνδοχον, ἀπροσ κορές, κλαυσίδειπνον, ὀξύθυμον, χρυσομανές, ἀπηνές, θηλυδριῶδες, γαστρίδουλον, καὶ τί γὰρ ἔτι εἴπω; Σὺν αὐτῇ τῇ γενέσει σιδηροκατάδικον. Πῶς γὰρ ὀρθὴ γνώμη τούτων ὧν καὶ πόδες στρεβλοί; Οὗτοι μὲν σωφρονοῦσι ἄμισθα διὰ σιδήρου, μαίνονται δὲ ἄκαρπα δι' οἰκείαν αἰσχρότητα. Οὐχ οὗτοι στήσονται τῆς κρίσεως μάρτυρες, ἀλλ' ὀφθαλμοὶ δικαίων καὶ ὄψεις ἀνδρῶν τελείων, ὅσοι τότε ὁρῶσι βλέ ποντες σύνεσιν.
116.τ ΦΙΡΜΙΝΩ
116.1 Καὶ σπάνιά σου τὰ γράμματα καὶ μικρὰ ταῦτα, ἢ ὄκνῳ τοῦ γράφειν ἢ
ἄλλως τὸν ἐκ τοῦ πλήθους κόρον διαφεύγειν οἰκονομοῦντος ἤπου καὶ πρὸς βραχυλογίαν ἑαυτὸν συνε θίζοντος. Ἡμῖν μέντοι οὐδὲν ἐξαρκεῖ, ἀλλὰ κἂν ὑπερβάλλῃ τῷ πλήθει, τῆς ἐπιθυμίας ἐστὶν ἐλάττω, διὰ τὸ βούλεσθαι πάνθ' ἕκαστα μανθάνειν περὶ σοῦ· πῶς μέν σοι τὸ σῶμα ἔχει, ὅπως δέ σοι τὸ τῆς ἀσκήσεως, καὶ πότερον ἐπιμένεις τοῖς ἐξ ἀρχῆς ἐγνωσμένοις ἢ τί καὶ μετεβουλεύσω πρὸς τὰ συμπίπτοντα τὴν γνώμην μεταθέμενος. Εἰ μὲν οὖν ὁ αὐτὸς διέμεινας σεαυτῷ, οὐκ ἂν πλῆθος γραμμάτων ἐπεζητοῦμεν, ἀλλ' ἤρκει ἡμῖν τοσοῦτον· «Ὁ δεῖνα τῷ δεῖνι· ὑγιαίνειν ἡμᾶς ἴσθι καὶ ἔρρωσο.» Ἐπεὶ δὲ ἀκούομεν ἃ καὶ λέγειν αἰσχυνόμεθα, καταλιπόντα σε τὴν τῶν μακαρίων προγόνων τάξιν ἐπὶ τὸν πρὸς πατρὸς πάππον αὐτομολεῖν καὶ Βρέττανιν σπουδάζειν γενέσθαι ἀντὶ Φιρμίνου, ἐπιζη τοῦμεν αὐτὰ ταῦτα ἀκοῦσαι καὶ τοὺς λογισμοὺς μαθεῖν καθ' οὓς ἐπὶ ταύτην ἐλθεῖν τοῦ βίου τὴν ὁδὸν ὑπήχθης. Ἀλλ' ἐπειδὴ αὐτὸς ἀπεσιώπησας αἰδοῖ τοῦ βουλεύματος, ἡμεῖς σε παρακαλοῦμεν μήτε βουλεύεσθαι αἰσχύνης ἄξια καί, εἴ τι ὑπέδραμέ σου τὸν νοῦν, ἀπελάσαντα τοῦτο τῆς διανοίας σεαυτοῦ γενέσθαι πάλιν καὶ μακρὰ χαίρειν εἰπόντα στρατιᾷ καὶ ὅπλοις καὶ ταῖς ἐπὶ στρατοπέδου ταλαιπωρίαις καταλαβεῖν τὴν πατρίδα, ἀρκοῦν πρὸς ἀσφάλειαν βίου καὶ πρὸς πᾶσαν περιφάνειαν τὸ ἐξίσου τοῖς προγόνοις κρατῆσαι τῆς πόλεως ἡγησάμενον· ὅπερ ἀπόνως σοι παραγενήσεσθαι πεπιστεύκαμεν πρός τε τὴν ἐκ φύσεως ἐπιτηδειότητα ἀφορῶντες καὶ πρὸς τὴν ἐρημίαν τῶν