οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἐκεῖσε διακηρύξας πνεύμασιν, ἀνείς τε τοῖς κάτω τὰς κεκλεισμένας πύλας, καὶ τὸν ἄπλη 77.665 στον τοῦ θανάτου κενώσας μυχὸν, ἀνεβίω τριήμερος· ἀνέβη δὲ οὕτω πρὸς τὸν Πατέρα μετὰ τῆς ἀναληφθεί σης σαρκὸς, ἀπαρχή τις ὥσπερ τῆς ἡμετέρας φύ σεως, καὶ "πρωτότοκος ἐκ νεκρῶν, ἵν' ἐν πᾶσι γέ νηται πρωτεύων," κατὰ τὸ γεγραμμένον. Ἥκει τε εἰσαῦθις ἡμῖν ἐξ οὐρανοῦ κριτὴς, ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. "Κρινεῖ γὰρ τὴν οἰ κουμένην ἐν δικαιοσύνῃ," καθὰ γέγραπται. Ἐπὶ τούτοις, ἀγαπητοὶ, τὰ τῆς ἁγίας ἡμῶν ἑορτῆς συνθή ματα, ταυτὶ, τῆς θείας ἡμῖν πανηγύρεως ἀνακηρύτ τει τὰς ἀφορμάς. Φέρε τοίνυν πάντα περιστείλαντες ὄκνον, καὶ πᾶσαν ῥᾳστώνην τῆς ἑαυτῶν διανοίας ἀποπεμψάμενοι, γοργῷ καὶ ἐγρηγορότι φρονήματι πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν δρομαῖοι χωρήσωμεν, τὸν θεῖον εἰς νοῦν ἔχοντες φόβον, τὴν εἰς ἀλλήλους ἀγάπην ἀσπαζόμενοι, τὴν τοῦ σώματος ἁγνείαν ἐπι τηδεύοντες, τὸν ἐν ψυχαῖς μολυσμὸν παρωθούμενοι, τῶν πτωχῶν μνημονεύοντες τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι· μνημονεύοντες δὲ τῶν δεσμίων, ὡς συνδεδε[σ]μένοι· καὶ πάντα πράτ τοντες μετὰ φόβου Θεοῦ. Τότε γὰρ, τότε τῷ πάντων ∆εσπότῃ καὶ Σωτῆρι Χριστῷ καθαράν τε καὶ ἀνυπέ τιον τὴν νηστείαν ἐπιτελέσομεν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἐπὶ ἐννάτης τοῦ Φαμενὼθ μη νὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ τεσσαρεσκαιδεκάτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύον τες μὲν τὰς νηστείας, τῇ ἐννεακαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυ ριακῇ, τῇ εἰκάδι τοῦ αὐτοῦ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκο στῆς· ἵνα καὶ δι' ὀρθῆς πολιτείας τοῖς ἁγίοις πάλιν ἐντρυφήσωμεν λόγοις· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κράτος. Ἀμήν.
ΛΟΓΟΣ ΙΒʹ.
αʹ. Σκιὰν μὲν ὁ νόμος ἔχει τῶν μελλόντων ἀγαθῶν, καὶ τὸ λαμπρὸν τῆς
ἀληθείας ὑποπλάττεται σχῆμα, διὰ τύπου καὶ αἰνιγμάτων, τῶν διὰ Χριστοῦ τεθεσπι σμένων ὑποφαίνων ἡμῖν τὸ μυστήριον. Τοιγάρτοι διεκελεύετο τοῖς υἱοῖς Ἰσραὴλ λέγων· "Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν." Ἡμεῖς δὲ τῶν τύπων ἰόντες ὡς ποῤῥωτάτω, τῶν ἀρ χαίων σχημάτων τὴν τῶν καθ' ἡμᾶς πραγμάτων ἀπαλλάττοντες φύσιν, προὐργιαιτέραν ποιώμεθα τῶν θείων καὶ εὐαγγελικῶν ἐνταλμάτων τὴν παίδευσιν. Καὶ ἐπείπερ ἡμῖν ἡ διαφανὴς καὶ εὐσημοτάτη πά λιν ἀνέλαμψεν ἑορτὴ, τοὺς ὑπὲρ τῆς εὐκοσμίας ἀγῶνας, καθάπερ τι τῶν ὡρίμων ἑαυτῇ συνεισάγου σα, δότε δὴ, δότε τὰς τῶν ἁγίων ἰχνηλατοῦντι φω νὰς, καθάπερ ἐξ ἱερᾶς ἡμῖν ἀναφωνῆσαι σάλπιγγος· "Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς 77.668 τρίβους αὐτοῦ." Τὸ γὰρ οἶμαι ζῇν ἐπείγεσθαι φιλο θέως, καὶ τοῖς ἐξ ἐπιεικείας αὐχήμασι κατασεμνύ νεσθαι φιλεῖν, ἔν γε τῷ παρόντι μάλιστα καιρῷ τὸ ἑτοιμάζειν ἐστὶ τὴν ὁδὸν Κυρίου, καὶ τὴν τοῖς ἑορ τάζουσιν πρέπουσαν ἐξ ἀγαθοῦ συνειδότος εἰσδέχεσθαι θυμηδίαν. "Τοῖς μὲν γὰρ ἀσεβέσι οὐκ ἔστι χαίρειν, λέγει Κύριος." Πῶς γὰρ ἂν ἢ πόθεν ἁρμόσαι τοῦτο αὐτοῖς, ἐπηρτημένην ἔχουσι τὴν ἐφ' οἷς εὐθύνονται δίκην; Τό γε μὴν ἐν εὐπαθείαις εἶναι πνευματικαῖς, καὶ λιπαρωτάταις ἐλπίσι καταπιαίνεσθαι, πρέποι ἂν εἰκότως τοῖς ὅτι μάλιστα βεβιωκόσιν ὀρθῶς, καὶ ὥσπερ τινὰ κανόνα τῆς οἰκείας ζωῆς τὸν θεῖον ἀπο φήνασι νόμον. Ὅθεν, ἅγιοι ἀδελφοὶ, κλήσεως οὐρα νίου μέτοχοι, κατα[κ]ονῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, κατὰ τὸ γεγραμμένον, διαμεμνημένοι τοῦ λέγοντος· "Σίδηρος σίδηρον ὀξύναι, ἀνὴρ δὲ παροξύνει πρόσωπον ἑταίρου." Ὅνπερ γὰρ τρόπον οἱ βαρβαρικαῖς ἐφόδοις ἀντεγει ρόμενοι, καὶ ἀντεξάγειν θέλοντες ὡς ἔνι