Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
ΛΟΓΟΣ Ιςʹ.
Περὶ ἀϊδιότητος Υἱοῦ, καὶ ὅτι ἀμερίστως προῆλθεν ἐκ τῆς οὐσίας τοῦ Πατρός. Ἀντίθεσις Ἀρειανῶν· πρὸς ἢν αἱ λύσεις ἐφεξῆς. Καὶ πῶς ἂν δύναιτο, φασὶν, ἀΐδιος εἶναι ὁ Υἱός; πῶς δὲ προελθὼν ἐκ Πατρὸς, οὐ πάντως αὐτοῦ καὶ μεμέρισται;Τὸ γὰρ ἔκ τινος προελθὸν, μέρος ἂν εἴη τῆς οὐσίας, ἀφ' ἧς καὶ προελήλυθε. Τὸ δὲ ἅπαξ ἀπομερισθὲν, οὐκ ἂν ὁλόκληρον εἶναι νοοῖτο. Ἐξ ὑποδείγματος ἡ λύσις. Τί οὖν ἄρα φήσουσι συμβαίνειν περὶ τὸν ἥλιον, ὅταν ἐκπέμπῃ τὸ ἴδιον ἀπαύγασμα; Τί δὲ περὶ τὸ πῦρ νομίζουσι γίνεσθαι, ὅταν ἐξ ἑαυτοῦ τὴν θερμασίαν ἐκπέμπῃ; Μερισμοὺς ἆρα καὶ ἀποκοπὰς ἐν ταῖς τοιαύταις οὐσίαις ὑπολαμβάνουσι γίνεσθαι; Καὶ μὴ λάμπει μὲν ὁ ἥλιος κατ' οὐδένα τρόπον ἐλαττούμενος; ∆ιέλοι δ' ἂν οὐδεὶς τοπικῶς τὸ ἀπαύγασμα ἀπ' αὐτοῦ. Ἀπὸ δέ γε τοῦ πυρὸς, οὐ μεμερισμένως ὁρῶμεν τὴν θερμασίαν ἐκτρέχουσαν, ἀλλ' ἔστι τῆς τοῦ πυρὸς οὐσίας καρπὸς ἀμερίστως ἐξ αὐτῆς προϊὼν, ὥσπερ καὶ τὸ ἀπαύγασμα τοῦ φωτός. Καὶ οὐκ ἂν εἴη τὸ φῶς ποτε χωρὶς ἀπαυγάσματος, οὐδὲ τὸ πῦρ χωρὶς τοῦ θερμαίνειν. Ἀεὶ γὰρ παραπέφυκε ταῖς τοιαύταις οὐ 75.297 σίαις τὰ ἐξ αὐτῶν τικτόμενα. Οὕτω μοι νόει τὸν Υἱὸν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προερχόμενον, ἀϊδίως τε ὄντα ἐν αὐτῷ, καὶ ἐν ἰδίᾳ νοούμενον ὑποστάσει, καὶ κατ' οὐδένα τρόπον ἐλαττοῦντα τὴν τοῦ Πατρὸς οὐσίαν, ἢ αὐτὸν ταύτης ἀπομεριζόμενον· ἀλλ' εἶναί τε αὐτὸν ἐν Πατρὶ, καὶ ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα, ὡς καὶ ἀληθεύειν λέγοντα· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ διὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον, αὐτόν τε ἐν τῷ Πατρὶ, καὶ ἐν αὐτῷ φαίνεσθαι τὸν Πατέρα, οὕτω τε δύνασθαι λέγειν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. ΑΛΛΟ. Οἱ λέγοντες ἀποκεκόφθαι τῆς τοῦ Πατρὸς οὐσίας τὸν Υἱὸν, διὰ τὸ ἐξ αὐτῆς προελθεῖν, καὶ εἶναι μέρος λοιπὸν οὐχ ὁλόκληρον, λεγέτωσαν ἀποκεκόφθαι καὶ τοῦ φωτὸς τὸ ἀπαύγασμα, καὶ τοῦ πυρὸς τὴν ἐξ αὐτοῦ προϊοῦσαν θερμασίαν, καὶ τοῦ νοῦ τὸν λόγον· καὶ δεικνύτωσαν ὅτι μέρη ταῦτα διῃρημένως ἐστὶ τῶν οὐσιῶν, ἐξ ὦν καὶ προέρχονται, ἢ ὅτι χωρὶς μὲν ἀπαυγάσματος ἦν ποτε τὸ φῶς, χωρὶς δὲ θερμασίας τὸ πῦρ, ἄλογος δὲ ὁ νοῦς. Καὶ τότε φανταζέσθωσαν τοιαῦτά τινα καὶ περὶ τὸν τοῦ Θεοῦ Λόγον. Εἰ δὲ ταῦτα σύνεστι μὲν ἀεὶ ταῖς οὐσίαις, ἀφ' ὧν καὶ προέρχονται, ἀμερίστως δὲ τοῦτο ποιοῦσι, καὶ οὐ κεχωρισμένως (οὐ γὰρ πάθη καὶ ἀποκοπὰς ἐμποιοῦσιν αὐταῖς), πῶς οὐ πάσης εἰσὶν ἀσεβείας ἐπέκεινα ταῦτα τῇ θείᾳ φύσει προσάπτοντες, ἃ μηδὲ περὶ τὴν τῶν γενητῶν φύσιν γενέσθαι δοίη τις ἂν, εἴ γε νοῦν ἔχοι καὶ φρονοίη καλῶς; ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Καὶ πῶς, φασὶ, δύναται ὁ Υἱὸς ἀΐδιος εἶναι μετὰ Πατρός; Καὶ γὰρ οἱ τῶν ἀνθρώπων υἱοὶ τίκτονται μετὰ τοὺς πατέρας, καὶ χρόνοις ὕστερον γίνονται πολλοῖς, οὐκ ὄντες πρὶν γεννηθῆναι. Πῶς δὲ πάλιν ὁ Υἱὸς Λόγος εἶναι δύναται, ἢ εἰκὼν τοῦ Θεοῦ; Καὶ γὰρ ὁ τῶν ἀνθρώπων λόγος οὔτε ἐνυπόστατός ἐστιν, οὔτε μετὰ τὸ ῥηθῆναι σώζεται· ἀλλ' εὐθὺς εἰς τὸ μὴ ὂν ἀναλύεται, σημήνας τὸ κατὰ διάνοιαν τῷ λαλοῦντι κείμενον, καὶ τὰ ἐν τῷ βάθει τῆς καρδίας φανεροποιήσας νοήματα. Πρὸς τοῦτο λύσις. Εἰ μὲν ὡς ἄνθρωπος οὕτως ἐστὶ καὶ Θεὸς, καὶ πλέον τῶν ἐν ἡμῖν οὐδὲν ἐν αὐτῷ, κρατείτω καὶ ἐπ' αὐτοῦ τὰ ἀνθρώπινα· καὶ προϋπαρχέτω τοῦ ἰδίου γεννήματος ὥσπερ καὶ ἡμεῖς· καὶ ἐκ τοῦ μὴ ὄντος ἔστω τὸ ἐξ αὐτοῦ προελθόν. Εἰ δὲ πολὺ τῶν ἡμετέρων τὸ Θεῖον ἀπῴκισται, καὶ οὐδὲν αὐτῷ κοινὸν πρὸς ἡμᾶς, ὅσον εἰς τὸν τῆς οὐσίας λόγον, πῶς αὐτὸ τοῖς ἀνθρωπίνοις καταδεσμοῦσι κακοῖς, καὶ ταῖς ἡμετέραις ἀνάγκαις