94
ἐνισταμένων. Εἴτε οὖν μὴ γέγονεν ἐξ ἀρχῆς ἡ γνώμη εἴτε γενομένη πάλιν ἐκβέβληται, γνώρισον ἡμῖν ἐν τάχει· εἰ δέ, ὃ μὴ γένοιτο, τὰ αὐτὰ μένει βουλεύματα, αὐτάγ γελτος ἡμῖν ἡκέτω ἡ συμφορά, γραμμάτων δὲ οὐ δεόμεθα.
117.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΑΣΚΗΣΕΙ
117.1 Ἐγὼ καὶ ἄλλως ὀφείλεσθαι τῇ ὑμετέρᾳ τιμιότητι ἐμαυτὸν νομίζω, καὶ
τὸ νῦν δὲ τοῦτο φρόντισμα ἐν ᾧ ἐσμεν ἀναγκαίως ἡμᾶς ὑπευθύνους ταῖς τῶν τοιούτων πραγμάτων ὑπηρεσίαις καθίστησι, κἂν οἱ τυχόντες εἰσὶν οἱ ἐπιτάτ τοντες, μὴ ὅτι ὑμεῖς οἱ πολλοῖς δικαίοις καὶ ἄλλοις πρὸς ἡμᾶς συναπτόμενοι. Τὰ μὲν οὖν παρελθόντα εἰς ἐξέτασιν ἀγαγεῖν οὐκ ἀναγκαῖον, ἐπεὶ ἐνῆν εἰπεῖν ὅτι ἡμεῖς ἐγενό μεθα ἑαυτοῖς ταράχων αἴτιοι, τῆς ἀγαθῆς ἐκείνης ἀσκή σεως καὶ μόνης ἀγούσης πρὸς σωτηρίαν φιλονεικήσαντες ἀποστῆναι· διὸ τάχα καὶ τῷ ταράχῳ τούτῳ εἰς πειρασμὸν παρεδόθημεν. Ἀλλ' ἐκεῖνα μὲν γέγονε καὶ ὑπομνήσεως ἠξιώθη, ὥστε μὴ δεύτερον ἡμᾶς τοῖς ὁμοίοις περιπεσεῖν. Τὰ δὲ ἐφεξῆς, πάνυ βούλομαι πληροφορεῖσθαί σου τὴν εὐλάβειαν ὅτι τοῦ Θεοῦ συγχωροῦντος ῥᾷστα ἡμῖν προσχω ρήσει, τοῦ πράγματος καὶ ἐννόμου ὄντος καὶ οὐδὲν ἔχοντος βαρὺ καὶ τῶν φίλων ἡμῶν πολλῶν ἑτοίμως χαριζομένων ὄντων ἐν τῷ στρατοπέδῳ. Τυπωθήσεται οὖν παρ' ἡμῶν δέησις κατὰ τὴν ὁμοιότητα τοῦ προσδοθέντος λιβέλλου τῷ βικαρίῳ, ἐν ᾗ ἐὰν μή τις γένηται παρολκή, εὐθέως ἀπο πεμψόμεθα τὴν ἐκ τοῦ γράμματος ἄδειαν παρεχόμενοι. Πέπεισμαι δὲ ἐν τοιούτοις μεῖζον τῶν βασιλικῶν προσταγ μάτων τὴν προαίρεσιν ἡμῶν ἰσχύειν, ἣν ἐὰν ἄτρεπτον καὶ ἀκλινῆ ἐκ τοῦ κατὰ τὴν ἀκμὴν βίου ἐπιδειξώμεθα, ἀνε πιχείρητος ἡμῖν καὶ ἄσυλος, διὰ τῆς τοῦ Θεοῦ βοηθείας, τῆς παρθενίας ἡ φυλακὴ εἴη. Τὸν δὲ ἐγχειρισθέντα ἡμῖν παρὰ σοῦ ἀδελφὸν καὶ ἐθεασάμεθα ἡδέως καὶ ἔχομεν ἐν τοῖς γνωρίμοις εὐχόμενοι ἄξιον εἶναι τοῦ Θεοῦ καὶ τῆς σῆς μαρτυρίας.
118.τ ΙΩΒΙΝΩ ΕΠΙΣΚΟΠΩ ΠΕΡΡΗΣ
118.1 Ἔχω σε χρεώστην ὀφλήματος ἀγαθοῦ. Ἐδάνεισα γάρ σοι χρέος ἀγάπης,
ὃ χρή με ἀπολαβεῖν σὺν τόκῳ, ἐπειδὴ καὶ ὁ Κύριος ἡμῶν τὸ τοιοῦτον εἶδος τῶν τόκων οὐ παραι τεῖται. Ἀπόδος τοίνυν, ὦ φίλη κεφαλή, ἐπιστὰς ἡμῶν τῇ πατρίδι. Τοῦτο μὲν οὖν ἐστιν αὐτὸ τὸ κεφάλαιον. Τίς δὲ ἡ προσθήκη; Τὸ σὲ εἶναι τὸν παραγινόμενον ἄνδρα τοσοῦτον ἡμῶν διαφέροντα ὅσῳ πατέρες εἰσὶ βελτίους παίδων.
119.τ ΕΥΣΤΑΘΙΩ ΕΠΙΣΚΟΠΩ ΣΕΒΑΣΤΕΙΑΣ
119.1 Καὶ διὰ τοῦ αἰδεσιμωτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ Πέτρου
προσφθέγγομαί σου τὴν ἀγάπην παρακαλῶν σε ὡς διὰ πάσης προφάσεως καὶ νῦν προσεύχεσθαι ὑπὲρ ἐμοῦ, ἵνα μεταβαλλόμενος ἀπὸ τοῦ ἀπευκτοῦ τούτου καὶ βλαβεροῦ τρόπου γένωμαί ποτε ἄξιος τοῦ ὀνόματος τοῦ Χριστοῦ. Πάντως δέ, κἂν ἐγὼ μὴ λέγω, διαλεχθήσεσθε πρὸς ἀλλήλους περὶ τῶν καθ' ἡμᾶς καὶ γνωρισθῆναι ποιήσει σοι τὴν ἀκρίβειαν τῶν πεπραγμένων, ὥστε μὴ παραδεχθῆναι ἀβα σανίστως τὰς πονηρὰς καθ' ἡμῶν ὑπονοίας ἃς εἰκὸς κατασκευάζειν τοὺς καὶ παρὰ τὸν τοῦ Θεοῦ φόβον καὶ παρὰ τὴν τῶν ἀνθρώπων ὑπόληψιν εἰς ἡμᾶς ἐξυβρίσαντας. Οἷα γὰρ ἡμῖν ἐνεδείξατο ὁ γενναῖος Βασίλειος ὃν ἀντὶ φυλακτηρίου τῆς ἐμῆς ζωῆς παρὰ τῆς σῆς εὐλαβείας ὑπε δεξάμην ἐγὼ μὲν καὶ εἰπεῖν αἰσχύνομαι, εἴσει δὲ τὰ καθ' ἕκαστον