οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
καλῶς, πα ραθήγουσι μὲν ἀλλήλοις εὐτολμίαν, καὶ παρακροτεῖν ἐπείγονται εἰς ἐπίδειξιν αὐτοῖς ῥώμης τε καὶ τέ χνης, τὸν τοῦ πολέμου καιρὸν εὑρῆσθαι πιστεύοντες, οὕτω τε δεινοὶ καὶ δυσκίνητοι τοῖς δι' ἐναντίας ἐμ πίπτουσιν· ὄκνου μὲν ἤδη πως ἀμείνους ὄντες καὶ δείματος, καὶ τῶν ἀνωτάτω κινδύνων κατευμεγε θοῦντες, εἰ τύχοι· οὕτω δὴ χρῆναί φημι τοὺς οἷ[σ]περ ἂν εἶεν τῆς ὁσιότητος ἐρασταὶ, τοῖς τοῦ διαβόλου κα κουργήμασιν ἀοκνότατα μὲν ἀντιφέρεσθαι φιλεῖν· εὐσθενεστάτην δὲ οὕτω ποιεῖσθαι τὴν ἀντίστασιν, ὡς αὐτό που λοιπὸν ἀληθεύοντας ἐκεῖνο φωνεῖν· "Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἣ λιμὸς, ἢ γυμνό της, ἢ κίνδυνος, ἢ μάχαιρα;" Κατακομίσαι γὰρ ἂν εἰς δειλίαν ἡμᾶς τὸ σύμπαν οὐδὲν, εἰ τῆς τῶν ἁγίων ἀρετῆς κατ' ἴχνος ἑπόμενοι, τὴν αὐτὴν ἐκείνοις ἔχο μεν γνώμην, ἀνδριζομένοις τε καὶ λέγουσι· "Κύριος φωτισμός μου καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δει λιάσω;" -"∆εῦτε τοιγαροῦν, ἀγαλλιασώμεθα τῷ Κυρίῳ," κατὰ τὸ γεγραμμένον, "ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν." Καλεῖ γὰρ ἡμᾶς καὶ νῦν ὁ καιρὸς εἰς τριπόθητον ἑορτήν. Καὶ ἐπείπερ ὁ πᾶσιν ἀπηχθη μένος κατηργήθη θάνατος ἐν δυνάμει Χριστοῦ, καὶ ἡ πάλαι δεινὴ καὶ δυσάλωτος ἀνῃρέθη φθορὰ, διὰ τῆς ἀναστάσεως αὐτοῦ, φέρε τι μέγα καὶ διαπρύσιον ἱέντες κήρυγμα τοῖς ἁπανταχόσε λέγωμεν· "Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ." Καὶ τίς ἂν γένοιτο πάλιν ὁ τῆς ἀγαλλιάσεως τρόπος τοῖς ἐν Χρι στῷ τοῦτο δρακῆ ἑλομένοις; Ὅτι μάλιστα πρέπων, τὸ ἀποφοιτῆσαι μὲν ᾗ τάχος τῆς γεωδεστέρας καὶ χαμεῤῥιφοῦς ἡδονῆς, καὶ ἁπαξαπλῶς ἐπιθυμίας ἁπάσης σαρκικῆς· ἀνθελέσθαι δὲ μᾶλλον τὰ ἐν μοίρᾳ τῇ κρείττονι, καὶ τοῖς ἐκείνων ἀμείνοσιν ἐπιδιδόντας τὸν νοῦν, ἀποπληροῦν ἐπείγεσθαι, καὶ μάλα προθύ 77.669 μως, τὸ διὰ φωνῆς ἡμῖν τοῦ μακαρίου Παύλου καλῶς τε καὶ ὀρθῶς εἰρημένον· "Τῶν ὄπισθεν ἐπιλανθα νόμενοι, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενοι." Οὐκοῦν παχείᾳ μὲν ὥσπερ καταχωννύσθω λήθῃ τὰ παριπ πεύσαντα· καὶ δὴ τῆς ἀρχαιοτέρας ἀβουλίας ἀποφοι τήσαντες, τοῖς ἔμπροσθεν ἐπεκτεινώμεθα· τουτ έστιν, ἐπὶ τὸν ἐν φρονήσει τέλειον ἰέναι σπουδάζωμεν. Λελατρεύκαμεν "τῇ κτίσει παρὰ τὸν κτίσαντα· καὶ ἦμέν ποτε σκότος, νῦν δὲ φῶς ἐν Χριστῷ," κατὰ τὸ γεγραμμένον. Κεκλήμεθα γὰρ εἰς ἐπίγνωσιν Θεοῦ· καὶ ταῖς ἡμετέραις διανοίαις τὸ τῆς ἀληθείας ἤστραψε φῶς. Κρηπὶς γὰρ αὕτη παντὸς ἀγαθοῦ, καὶ ἁπάσης ἀρετῆς ἐν ἡμῖν θεμέλιος. Τοιγάρτοι καὶ αὐτὸς ἡμῖν ἄνωθεν ὁ Θεὸς καὶ Πατὴρ, διὰ φωνῆς τῶν ἁγίων προφητῶν, αὐτὸ δὴ τουτὶ κατεσήμανε, λέγων· "Ἰδοὺ ἐγὼ τίθημι εἰς τὰ θεμέλια Σιὼν λί θον ἐκλεκτὸν ἀκρογωνιαῖον, ἔντιμον· καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ." Ἄριστα δὲ τοῦτο συνεὶς καὶ ὁ θεσπέσιος ἡμῖν ἐπεφώνει Παῦλος· "Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα." Καὶ τίς ὁ θε μέλιος, ἢ ποία τις ἄρα τῶν καθ' ἡμᾶς ἡ κρηπὶς, μαθήσῃ παρ' αὐτοῦ βοῶντος ἀναφανδόν· "Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸ κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός." Οὐκοῦν ὑποβάθραν καὶ θεμέλιον ἔχοντες τῆς ἀληθοῦς θεογνωσίας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, κρατῶμεν τῆς ὁμολογίας, ὥς που καὶ Γράμμα φησὶν ἱερὸν, καὶ τὴν ἑαυτῶν καρ δίαν κατασκεπτώμεθα, μὴ ἅρα τι τῆς θεομισοῦς ἀπι στίας, οἷά τις ὄφις ἐν χειᾷ, διαλανθάνει λείψανον· μή τις "ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ," κατὰ τὸ γε γραμμένον. Πονηρὸν γὰρ τὸ χρῆμα, καὶ διαφόρητον νόσημα φαίη τις ἂν εἶναι νοῦ τὴν δυσγενῆ διψυχίαν, καὶ οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος, ἐπεί τι τὰ πάντων αἴσχιστα περιέσται δήπου, καὶ οὐχ ἑκοῦσι παθεῖν τοῖς τῇδε διακειμένοις. Εὐκατάσειστον μὲν γὰρ κομιδῇ, καὶ εἰς ἄκρον ἥκουσαν τῆς ὅλης, ὡς ἔπος εἰπεῖν, ἀσθενείας, ἐπαθρήσαι τις ἂν οἰκίαν τῆς ἐν ἀρχαῖς ὑποβάθρας ἀπολισθήσασαν, εὐκατα γώνιστον δὲ παντελῶς. Κατὰ τὸν ἴσον τρόπον τῷ πειράζοντι Σατανᾷ τὴν τοῦ ἀνθρώπου ψυχὴν κατίδοι τις ἂν, εἰ τὸν οἰκεῖον ἀφεῖσα θεμέλιον, τουτέστι Χριστὸν, καὶ εἰς τὴν τῆς πίστεως ὑποβάθραν ταῖς διψυχίαις ὑβρίζουσα