95
παρὰ τοῦ ἀδελφοῦ ἡμῶν διδαχθείς. Καὶ τοῦτο λέγω οὐκ ἐκεῖνον ἀμυνόμενος (εὔχομαι γὰρ αὐτῷ μὴ λογισ θῆναι παρὰ τοῦ Κυρίου), ἀλλὰ βεβαίαν μοι τὴν παρὰ σοῦ ἀγάπην μεῖναι ἡμῖν διοικούμενος, ἣν φοβοῦμαι μὴ διασα λεύσωσι ταῖς ὑπερβολαῖς τῶν διαβολῶν ἃς εἰκὸς αὐτοὺς κατασκευάσαι εἰς ἀπολογίαν τοῦ πταίσματος. Ὅπερ δ' ἂν κατηγορήσωσιν ἡμῶν, ἐκεῖνο παρὰ τῆς σῆς ἀγχινοίας ἐξεταζέσθωσαν εἰ ἐνεκάλεσαν ἡμῖν ἢ τὴν διόρθωσιν τοῦ ἁμαρτήματος οὗ νῦν ἡμῖν ἐπάγουσιν ἐπεζήτησαν ἢ ὅλως φανερὰν ἑαυτῶν τὴν πρὸς ἡμᾶς λύπην κατέστησαν. Νῦν δὲ ἐν φαιδρῷ τῷ προσώπῳ καὶ τετιμημένοις ἀγάπης ῥήμασιν ἀμύθητόν τινα δόλου καὶ πικρίας βυθὸν τῆς ψυχῆς συγκαλύπτοντες διὰ τῆς ἀνελευθέρου σιωπῆς ἐφανέρωσαν. Ἐφ' ᾧ ὅσον μὲν προξενοῦμεν τὸν γέλωτα τοῖς ἀεὶ τὸν εὐλαβῆ βίον ἐν τῇ ἀθλίᾳ ταύτῃ πόλει βδελυσσομένοις καὶ τέχνην πρὸς τὸ πιστευθῆναι καὶ σχηματισμὸν εἰς ἀπάτην τὸ πλάσμα τῆς ταπεινοφροσύνης διαβεβαιου μένοις ἐπιτηδεύεσθαι, πάντως, κἂν ἡμεῖς μὴ διηγησώ μεθα, γνώριμον τῇ συνέσει σου· ὡς μηδὲν ἐπιτήδευμα οὕτως ὕποπτον εἶναι πρὸς κακίαν λοιπὸν τοῖς ἐνταῦθα ὡς τὸ ἐπάγγελμα τοῦ ἀσκητικοῦ βίου. Ὅπως δὲ χρὴ θεραπευθῆναι τῆς σῆς ἂν εἴη συνέσεως φροντίσαι. Τὰ γὰρ παρὰ Σωφρονίου συνερραμμένα ἐγκλήματα ἡμῖν οὐκ ἀγαθῶν ἐστι προοίμια, ἀλλ' ἀρχὴ διαιρέσεως καὶ χωρισμοῦ καὶ σπουδὴ τοῦ καὶ τὴν ἐν ἡμῖν ἀγάπην ἀποψυγῆναι. Ὃν ὑπὸ τῆς σῆς εὐσπλαγχνίας παρακαλοῦμεν κατασχεθῆναι ἀπὸ τῆς βλαβερᾶς ταύτης ὁρμῆς καὶ πειραθῆναι τῇ παρ' ἑαυτοῦ ἀγάπῃ κατασφίγγειν μᾶλλον τὰ διιστάμενα ἢ τοῖς πρὸς διάστασιν ὡρμημένοις συνεπιτείνειν τὸν χωρισμόν.
120.τ ΜΕΛΕΤΙΩ ΕΠΙΣΚΟΠΩ ΑΝΤΙΟΧΕΙΑΣ
120.1 Γράμματα ἐδεξάμην παρὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου Εὐσεβίου
προστάσσοντα πάλιν γραφῆναι τοῖς ∆υτικοῖς περί τινων ἐκκλησιαστικῶν. Καὶ ἐβουλήθη παρ' ἡμῶν τυπωθῆναι τὴν ἐπιστολήν, ὑπογραφῆναι δὲ παρὰ πάντων τῶν κοινωνικῶν. Ἐπεὶ οὖν οὐχ εὗρον ὅπως ἐπιστείλω περὶ ὧν ἐπέταξε, παρέπεμψα τὸ ὑπομνηστικὸν τῇ θεοσε βείᾳ σου, ἵνα καὶ αὐτῷ ἐντυχὼν καὶ τοῖς ἀναφερομένοις παρὰ τοῦ ποθεινοτάτου ἀδελφοῦ Σαγκτησίμου τοῦ συμ πρεσβυτέρου προσσχὼν αὐτὸς καταξιώσῃς, ὡς παρίσταταί σοι, περὶ τούτων τυπῶσαι, ἡμῶν ἑτοίμως ἐχόντων καὶ αὐτῷ συνθέσθαι καὶ ταχέως ποιῆσαι περικομισθῆναι τοῖς κοινωνικοῖς, ὥστε τὰς πάντων ὑπογραφὰς ἔχοντα ἀπελθεῖν τὸν μέλλοντα ὁρμᾶν πρὸς τοὺς κατὰ τὴν ∆ύσιν ἐπισκό πους. Ταχέως ἡμῖν τὸ παριστάμενον τῇ ὁσιότητί σου γνωρισθῆναι κέλευσον, ἵνα μὴ ἀγνοῶμεν τὰ δόξαντά σοι. Περὶ δὲ τῶν τυρευομένων ἢ καὶ ἤδη ἐσκευωρημένων καθ' ἡμῶν ἐν τῇ Ἀντιοχείᾳ ἀνοίσει ὁ αὐτὸς ἀδελφὸς τῇ τιμιό τητί σου, ἐάν περ μὴ προλαβοῦσα ἡ φήμη τῶν γενομένων φανερὰ ποιήσῃ τὰ πεπραγμένα. Καὶ γὰρ ἐγγύς ἐστιν ἡ ἐλπὶς τῆς ἐκβάσεως τῶν ἀπειλουμένων. Γινώσκειν δὲ βούλομαι τὴν εὐλάβειάν σου ὅτι ὁ ἀδελφὸς Ἄνθιμος Φαῦ στον, τὸν συνόντα τῷ Πάπᾳ, ἐπίσκοπον ἐχειροτόνησε μηδὲ ψήφους δεξάμενος καὶ τῷ τόπῳ χειροτονήσας τοῦ αἰδε σιμωτάτου ἀδελφοῦ Κυρίλλου, ὥστε στάσεων ἐμπλῆσαι τὴν Ἀρμενίαν. Ἵνα τοίνυν μὴ καταψεύσωνται ἡμῶν, μηδὲ αὐτοὶ τὴν αἰτίαν σχῶμεν τῆς ἀταξίας τῶν γενομένων, ἐγνώρισα ταῦτα τῇ σεμνότητί σου. ∆ῆλον δὲ ὡς καὶ αὐτὸς καταξιώσεις γνώριμα ποιῆσαι τοῖς λοιποῖς. Ἡγοῦμαι γὰρ πολλοὺς λυπήσειν τὴν ἀταξίαν ταύτην.
121.τ ΘΕΟ∆ΟΤΩ ΕΠΙΣΚΟΠΩ ΝΙΚΟΠΟΛΕΩΣ