οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
παραλόγως ἁλίσκοιτο. Καί μοι δοκεῖ περὶ τῶν τοιούτων εἰπεῖν ὀρθῶς τε καὶ ἀνεγκλήτως ὁ Χριστοῦ μαθητὴς, ὅτι "Κρεῖττον ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς ἀληθείας, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ παραδοθεί σης αὐτοῖς ἁγίας ἐντολῆς. Γέγονε γὰρ αὐτοῖς τὸ τῆς ἀληθοῦς Παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου." Ὥσπερ γάρ ἐστι παμμόχθηρον, ἀδελφοὶ, τὴν ἀκά θαρτον κύνα τὸν ἴδιον ἔμετον ἀναῤῥοφοῦσαν ἰδεῖν· (βδέλυγμα γὰρ εὐθὺς ὁ τοῦτο παθὼν), πάντως δήπου καὶ ὁ τὴν ἕξιν ἀστεῖος καταστυγήσει βλέπων τὴν 77.672 ὗν, ὅτι μακρά τε καὶ κάκοσμος, ἐκ πηγαίων εὐ θὺς ἀναπηδῶσα ναμάτων, βορβόροις εἰσαῦθις καὶ τοῖς εἰς ἄκρον καταμιαίνουσιν ἑαυτὴν ἐγκαθίησι τέλ μασιν· οὕτως, οἶμαι, πάναισχρόν τε καὶ ἀτοπώτα τον, μᾶλλον δὲ ἁπάσης ἀτοπίας τρέχον ἐπέκεινα, ἀληθὲς εἰπεῖν τῆς διψυχίας τὸ ἔγκλημα, παλινδρο μεῖν ἀναπεῖθον ἐπὶ τὴν ἐν ἀρχαῖς ἀβουλίαν, καὶ ἐπ' ἐκείνης αὖθις ἰέναι κελεῦον τῆς ἀσεβείας τὴν νόσον, ἣν διὰ πίστεως τῆς εἰς Χριστὸν παραδόξως ἀποκρουσάμενοι, τῆς πνευματικῆς εὐρωστίας ἐπεδρα ξάμεθα, τὸν νοῦν ὑγιᾶ τε καὶ ἀσινῆ ἐσχήκαμεν. Οὐκοῦν ἀκόλουθον ἐκεῖνο δὴ πάλιν ἡμᾶς διασκεψα μένους ἰδεῖν· Εἵ τι τῶν τοῦ σώματος ἡμῖν ἐπυρώθη μελῶν, καὶ νόσος αὐτὸ δεινὴ κατεβόσκετο· κατεκή λησε δέ τις τῶν ἰατρῶν τὸ πάθος, τοῖς ἐκ τῆς τέ χνης εὑρήμασι παρατρέπων εἰς ἡμερότητα, καὶ οἱονεί πως ἀνασειράζων τοῦ κακοῦ τὸν ἐπέκεινα δρό μον, ἢ καὶ ἀνακόπτων εἰς τὸ παντελές, ἆρα τίς εἰς τοῦτο πεσὼν εὐηθείας ἁλώσεται, ὡς μὴ τοῦ παντὸς ἄξιον ἡγεῖσθαι τὸ χρῆμα, παλινδρομεῖν δὲ αὖθις ἐθελῆσαι πρὸς τὸ νοσεῖν; καὶ τίς ἄνους τε καὶ βρα χυγνώμων ἀνὴρ εἴη ἂν εἴς γε τοσοῦτον, ὡς ἐνὸν ἑλέσθαι τὸ εὐρωστεῖν, τῶν ἐναντίων ἐρᾷν; Ἐπεὶ δὲ οὐχὶ τὸ σαρκίον ἡμῖν τὸ ἐκ γῆς, ἀλλ' αὐτὸ τὸ κρά τιστον, ψυχή τε καὶ νοῦς, ἀρχαίων καὶ μυσαρῶν ἀπήλλακται νοημάτων, καὶ τὴν τῆς πολιτείας διενηξάμεθα νόσον, οὐ τριπόθητον ἡγῇ τὸ ὑγιαίνειν ὦ τᾶν, ἥδυστον δέ σοι φαίνεται τὸ ἔτι νοσεῖν, καί τοι διακρούσασθαι παρὸν, ἂν ἐθελήσῃς μόνον; Ἀλλ' ἐκεῖνό που πάντως ἀνακεκραγώς τις ὀφθήσεται, καὶ ψυχρὸν ἀπὸ καρδίας ἀνοίσει λόγον. Καὶ ποῖον ἂν ἡμῖν εἰσοίσει τὸ βλάβος, τὸ πιστεύειν μὲν, ἕνα τῶν ὅλων εἶναι πατέρα καὶ γενεσιουργὸν, ἀπονέμειν δὲ τὰς τιμὰς καὶ τοῖς ἐγκοσμίοις δαίμοσι, Θρόνους ἡμῖν καὶ Ἀρχὰς, καὶ ∆υνάμεις, καὶ Κυριότητας, καὶ αὐτῆς ὀνομαζούσης τῆς ἱερᾶς τε καὶ θεοπνεύ στου Γραφῆς; Πρὸς δὴ τὸν εὐήθη καὶ γραώδη του τονὶ λόγον πρέπειν οἶμαι πάλιν ἐκεῖνο εἰπεῖν, ὡς ἔστιν ἀπίθανον, ἀπηχές τε παντελῶς, μᾶλλον δὲ ἤδη καὶ σφαλερώτατον, ταῖς εἰς ἄκρον ἡκούσαις καὶ ἰσομέτροις τιμαῖς στεφανοῦν ἐπιχειρεῖν, καὶ τὸν τῆς ἐπιγείου βασιλείας ἐφιζάνοντα θώκοις, καὶ τοὺς ὑπὸ πόδα κειμένους, καὶ δοῦλον αὐτῷ τὸν αὐχένα ὑπ εστρωκότας. Ἦ γὰρ οὐχὶ τὸ μὲν τῶν ὅλων κρατεῖν τοῖς τοῦτο λαχοῦσιν ὡς ἐξαίρετον ἀνακείσεται; τό γε μὴν ὑπεζεῦχθαι φαίη τίς ἂν τοῖς ἄλλοις ἁρμοδιώ τατον; Ἀλλ' ἐνδοιάσειν οἶμαι μηδένα. Καὶ εἰ μέν τινες εἶεν τῶν τεταγμένων ἐν ὑπηκόοις εὔνοι τε καὶ γνησιώτατοι, καὶ γερῶν καὶ δόξης ἀξιωθήσονται· εἰ δὲ ἀπειθεῖς καὶ δυσήνιοι, καὶ ἀτιμαγέλαι τινὲς ἐν τοῖς ὅτι μάλιστα πολεμιωτάτοις κατατετάξονται· καὶ τῆς ἁπασῶν ἐσχάτης μεθέξουσι δίκης. Πλὴν ἐκεῖνο ἐν τούτοις κατασκέψασθαι δεῖ. ∆οίην ἂν ἔγωγε τῆς ἀρίστης εἶναι φρενὸς, τὸ εὖ μάλα δύνασθαι κατ ιδεῖν, ὅτι καὶ τοῖς τῆς γνησιότητος λαχοῦσι τὴν 77.673 δόξαν, καὶ μαρτυρουμένοις εἰς τοῦτο διὰ πραγμά των, μέτεστι μὲν εὐκλείας καὶ τῆς ἀνωτάτω τιμῆς ἔσθ' ὅτε, οὐ μὴν οἴκοθεν, οὐδ' ἐξ οἰκείας αὐτοῖς ἐξου σίας πεπορισμένης, ἀλλ' ἐκ τῆς τοῦ κρατοῦντος ἐθελουσίου ῥοπῆς. Καὶ πηγὴ μὲν ἅπασι τιμῆς τε καὶ δόξης ἡ βασιλέως θέλησις· οἱ δὲ εἰσὶν οὐκ ἐν τοῖς ἔχουσι φυσικῶς, ἀλλ' ἐν τοῖς δεχομένοις τὰ γέρα· καὶ ἕως μὲν ἑστᾶσιν ὀρθῶς φρονοῦντες τὰ βασιλέως, ἐρησεισμένην ἔχουσι τὴν δυναστείαν, καὶ εἰσὶ τῆς δόξης ἐν καλῷ. Μετατετραμμένοι δὲ πρὸς τὸ ἐναν τίον, ζηλωτοὶ μὲν οὐκ ἔτι, τρισάθλιοι δὲ καὶ παντὸς ἐπέκεινα κακοῦ πεσόντες ἁλώσονται. Εἰ δὲ δήπου τις εἰς τοῦτο μοχθηρῶν καθήκοιτο βουλευμάτων,