96
121.1 Πολὺς ὁ χειμὼν καὶ ἐπὶ τὸ μακρότατον παραταθείς, ὡς μηδὲ τὰς διὰ γραμμάτων παραμυθίας ῥᾳδίως ἡμῖν ὑπάρχειν. Ὅθεν ὀλιγάκις οἶδα καὶ ἐπιστείλας τῇ εὐλαβείᾳ σου καὶ δεξάμενος γράμματα. Ἀλλ' ἐπειδὴ ὁ ποθεινότατος ἀδελφὸς ἡμῶν Σαγκτήσιμος ὁ συμπρεσβύ τερος τὴν μέχρις ὑμῶν ὁδοιπορίαν ὑπέστη, δι' αὐτοῦ καὶ προσφθέγγομαί σου τὴν κοσμιότητα καὶ παρακαλῶ προσ εύχεσθαι ὑπὲρ ἐμοῦ καὶ χρῆσαι τὴν ἀκοὴν τῷ προειρημένῳ, ὥστε παρ' αὐτοῦ διδαχθῆναι τὰ τῶν Ἐκκλησιῶν ἐν οἷς ἐστι καὶ τὴν δυνατὴν σπουδὴν εἰσενέγκασθαι εἰς τὰ προ κείμενα. Γίνωσκε δὲ ὅτι Φαῦστος γράμματα ἔχων ἧκε πρὸς ἡμᾶς παρὰ Πάπα ἀξιοῦντα αὐτὸν γενέσθαι ἐπίσκοπον. Ἐπειδὴ δὲ ᾐτήσαμεν ἡμεῖς μαρτυρίαν τῆς σῆς εὐλαβείας καὶ τῶν λοιπῶν ἐπισκόπων, καταφρονήσας ἡμῶν πρὸς Ἄνθιμον ᾤχετο καὶ παρ' αὐτοῦ λαβὼν τὴν χειροτονίαν χωρὶς ἡμετέρας ὑπομνήσεως ἐπανῆκε.
122.τ ΠΟΙΜΕΝΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΤΑΛΩΝ
122.1 Πάντως ἐπεζήτησας γράμματα παρὰ τῶν Ἀρμενίων, ὅτε ἐπανῆκαν διὰ
σοῦ, καὶ τὴν αἰτίαν ἔμαθες δι' ἣν οὐκ ἔδωκα αὐτοῖς τὴν ἐπιστολήν. Εἰ μὲν οὖν εἶπον φιλαληθῶς, ἔδωκας ἡμῖν αὐτόθεν τὴν συγγνώμην· εἰ δὲ ἀπεκρύψαντο ἐκεῖνοι, ὅπερ οὖν εἰκάζω, ἀλλὰ παρ' ἡμῶν ἄκουε. Ὁ τὰ πάντα γενναῖος Ἄνθιμος ὁ διὰ μακροῦ χρόνου τὴν πρὸς ἡμᾶς εἰρήνην σπεισάμενος, ἐπειδὴ εὗρε καιρὸν ἑαυτοῦ τε κενοδοξίαν ἐκπληρῶσαι καὶ ἡμῖν λύπην τινὰ προξενῆσαι, ἐχειροτόνησε τὸν Φαῦστον ἰδίᾳ αὐθεντίᾳ καὶ ἰδίᾳ χειρὶ οὐδενὸς ὑμῶν ἀναμείνας ψῆφον καὶ ἡμῶν καταγελάσας ἀκριβολογουμένων περὶ τὰ τοιαῦτα. Ἐπεὶ οὖν συνέχεε μὲν παλαιὰν εὐταξίαν, κατεφρόνησε δὲ καὶ ὑμῶν παρ' ὧν ἀνέ μενον ἐγὼ τὴν μαρτυρίαν δέξασθαι, ἐποίησε δὲ πρᾶγμα οὐκ οἶδα εἰ εὐάρεστον Θεῷ, τούτου ἕνεκεν λυπηθεὶς πρὸς αὐτοὺς οὐδεμίαν ἔδωκα ἐπιστολὴν πρὸς οὐδένα τῶν Ἀρμενίων οὐδὲ πρὸς τὴν σὴν εὐλάβειαν. Ἀλλ' οὐδὲ εἰς κοινωνίαν ἐδεξάμην τὸν Φαῦστον φανερῶς διαμαρτυρό μενος ὅτι, εἰ μὴ ὑμέτερά μοι κομίσειε γράμματα, πάντα τὸν χρόνον ἔσομαι καὶ αὐτὸς ἠλλοτριωμένος καὶ τοὺς ὁμοψύχους μοι οὕτω διαθήσω πρὸς αὐτὸν ἔχειν. Εἰ μὲν οὖν ἰάσιμα τὰ γενόμενα, σπούδασον αὐτός τε ἐπιστεῖλαι μαρτυρῶν αὐτῷ, εἰ ὁρᾷς ἀγαθὴν τοῦ ἀνδρὸς τὴν ζωήν, καὶ τοὺς ἄλλους προτρέψασθαι. Εἰ δὲ ἀνίατα, καὶ τοῦτό μοι φανερὸν ποίησον, ὥστε μηκέτι με αὐτοῖς καθόλου προσ έχειν, εἰ καὶ ὅτι, ὡς ἔδειξαν, ὥρμηνται λοιπὸν πρὸς τὸν Ἄνθιμον ἑαυτῶν μεταθεῖναι τὴν κοινωνίαν, ἡμῶν καὶ τῆς Ἐκκλησίας ταύτης ὡς ἑώλων εἰς φιλίαν καταφρονή σαντες.
123.τ ΟΥΡΒΙΚΙΩ ΜΟΝΑΖΟΝΤΙ
123.1 Ἔμελλες ἡμῖν παρέσεσθαι (καὶ τὸ ἀγαθὸν ἐγγὺς) ἄκρῳ γοῦν δακτύλῳ
καταψύξων ἡμᾶς ἐν τοῖς πειρασμοῖς φλεγο μένους. Εἶτα τί; Αἱ ἁμαρτίαι ἡμῶν ἀντέβησαν καὶ διεκώ λυσαν τὴν ὁρμήν, ἵν' ἀθεράπευτα κάμνωμεν. Ὥσπερ γὰρ ἐν τοῖς κύμασι τὸ μὲν λήγει, τὸ δὲ ἀνίσταται, τὸ δὲ ἤδη φρίκῃ μελαίνεται, οὕτω καὶ τῶν ἡμετέρων κακῶν τὰ μὲν πέπαυται, τὰ δὲ πάρεστι, τὰ δὲ προσδοκᾶται, καὶ μία τῶν κακῶν ἡμῖν, ὡς ἐπὶ τὸ πλεῖστον, ἀπαλλαγή, εἶξαι τῷ καιρῷ καὶ ὑπεξελθεῖν τοῖς διώκουσιν. Ἀλλὰ καὶ ἡμῖν ἧκε μόλις ἢ παραμυθούμενος ἢ καὶ γνώμην δώσων ἢ καὶ προπέμψων, πάντως δὲ αὐτῷ τῷ ὀφθῆναι ῥᾴους ποιήσων. Καὶ τὸ μέγιστον, εὔχου καὶ ὑπερεύχου μὴ καὶ τοὺς λογισμοὺς ἡμῶν βαπτισθῆναι ὑπὸ τοῦ κακοῦ κλύδωνος ἀλλ' ἐν πᾶσι διαφυλάσσειν τῷ Θεῷ τὸ εὐχάριστον, ἵνα μὴ ἐν τοῖς κακοῖς δούλοις ἀριθμηθῶμεν ἀγαθύνοντι μὲν ἐξομολογούμενοι, παιδεύοντι δὲ διὰ τῶν ἐναντίων μὴ