Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
γεγονότων ἀνεδείχθη ποτὲ ἐκ μὴ ὅντων ποιοῦν οὐσίας, ποιεῖ δὲ ὁ Υἱὸς, πῶς τῶν γεγονότων ἐστίν; ΑΛΛΟ. Εἰ πᾶν τὸ γενητὸν ὅμοιον ὡς πρὸς ἑαυτὸ κατὰ τὸν τοῦ πεποιῆσθαι λόγον, καὶ οὐδὲν οὐδενὸς διαφέρει καθὸ γέγονεν ἕκαστον· ἔστι δὲ γενητὸς καὶ ὁ Υἱὸς, οὐδενὸς ἄρα ἔσται διαφέρων ᾗ καὶ αὐτὸς γέγονεν. Εἰ δὲ πάντων τῶν γενητῶν κατὰ πάντα διαφέρει, δῆλον ὅτι καὶ κατὰ τὸν τῆς γενέσεως τρόπον, ὅπερ ἐστὶ τὸ μὴ γενέσθαι. Οὕτω γὰρ διοίσει τῶν γεγονότων. Εἰ δὲ τοῦτο, πῶς οὐ Θεός; ΑΛΛΟ. Εἰ πᾶσα ἡ κτίσις ἐν διαστήματι ἤτοι χρόνῳ γέγονεν, οὐδὲν δὲ τούτων προλαμβάνει τὴν Υἱοῦ γέννησιν, οὐκ ἄρα γέγονεν αὐτός. Εἰ δὲ προλαμβάνεται διαστήματι χρονικῷ τε καὶ γενητῷ, πῶς πάντων ἐστὶ δημιουργὸς, διαστήματι προλαμβανόμενος γενητῷ; Εἰ δ' ἀγένητον εἴη τοῦτο τὸ διάστημα, συνάμιλλον εὑρήσει Θεὸς τῆς ἑαυτοῦ ἀγενησίας τὸ διάστημα. Εἰ δὲ μήτε ῥοπὴ, μήτε διάστημα, μήτε ἄλλο τί ἐστι πρὸ τοῦ Υἱοῦ, πόθεν προϋπάρχειν λέγουσι τὸν Πατέρα, τοῦτο προϋπάρχειν σημαίνοντος οὐχ εὑρισκομένου; ΑΛΛΟ. Εἰ μηδὲν τῶν γενομένων λέλεκταί τε καὶ ἔστιν ἐπὶ πάντων Θεὸς, ἔστι δὲ ἐπὶ πάντων Θεὸς ὁ Υἱὸς, οὐκ ἄρα τῶν γενομένων ἐστίν. Εἰ δὲ Θεὸς ἐπὶ πάντων ὑπάρχων ὁ Υἱὸς, καὶ γενητός ἐστιν, ἔστι δὲ ἐπὶ πάντων Θεὸς καὶ ὁ Πατὴρ, γενητὸς ἔσται κατ' αὐτοὺς, ὅπερ ἀσεβὲς ἐννοεῖν. ΑΛΛΟ. Εἰ μηδὲν τῶν γενομένων τὰ αὐτὰ δύναται ποιεῖν τῷ Θεῷ, πάντα δὲ ἃ ποιεῖ ὁ Πατὴρ, ὁμοίως καὶ ὁ Υἱὸς, οὐκ ἄρα τῶν γενομένων ἐστίν. ΑΛΛΟ. Εἰ πάντα τὰ γενητὰ ἐξ ἑτέρου τὸ εἶναι ἔχει, πολλῷ μᾶλλον τὸ λέγεσθαι αὐτοὺς θεούς. Εἰ δὲ μετοχῇ ἔχουσι τὸ εἶναι θεοὶ (οὐ φύσει δηλονότι θεοὶ τὰ γενητὰ), τοῖς δ' οὐ φύσει θεοῖς προσκυνεῖν ἀπαγορευτέον. Εἰ δὲ τούτοις μὲν ἀπαγορευτέον, οὐκέτι δὲ καὶ τῷ Υἱῷ, οὐχ ὡς μὴ φύσει ἄρα Θεῷ ὅπερ ἐστὶ τὰ γεννητά. ΑΛΛΟ. Εἰ τὸν ἐκ μὴ ὄντων ὑφιστῶντα οὐσίας ἐνεδέχετο 75.308 ὑφ' ἑτέρου γενέσθαι, ποιεῖ δὲ ἐκ μὴ ὄντων ὁ Πατὴρ, ἐνδέχεται ἄρα αὐτὸν, κατ' αὐτοὺς, ἐκ μὴ ὄντων γεγονέναι. Εἰ δὲ ἀπρεπὲς καὶ ἀδύνατον ἑτέρων φύσεων δημιουργὸν ἐννοεῖν ὑφ' ἑτέρας ἐκτίσθαι φύσεως, ἀτοπώτερον ἄρα, τὸν ἁπάσης φύσεως αὐτουργὸν ὑφ' ἑτέρας δημιουργεῖσθαι φύσεως ὑπολαμβάνειν. Καὶ γὰρ ἂν τὸ ποιοῦν ἐγίνετο καὶ τὸ γινόμενον ἐποίει, εἴπερ ὁ Υἱὸς γινόμενος ἐποίει, κατ' ἐκείνους, ὅπερ ἐστὶν ἀτοπώτατον· εἴ γε μόνῃ προσήκει τηρεῖσθαι τῇ θείᾳ φύσει τὰ αὐτῆς ἐξαίρετα, ὧν ἓν καὶ πρῶτον ὑπάρχει τὸ ἐκ μὴ ὄντων δύνασθαι δημιουργεῖν.
ΛΟΓΟΣ ΙΗʹ.
Ὅτι μὴ ταυτὸν κτίσμα καὶ γέννημα, μηδὲ τῷ κτίζειν τὸ γεννᾷν ἐπὶ Θεοῦ· καὶ
ἄλλα διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς ἔχοντα τὸ συμπέ ρασμα. Ἀπολογία αὐτολεξεί. Εἰ τὸ γέννημα τῷ κτίσματι ταυτὸν ἦν παρὰ Θεῷ, οὐκ ἂν ἐπὶ τὸν Μονογενῆ ἐφέρετο φωνή· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· ἅτε δὴ καὶ τῶν ἀψύχων κατὰ φύσιν υἱῶν ὄντων Θεοῦ, εἴπερ τὸ κτίσμα ταυτὸν τῷ γεννήματι τυγχάνει. ΑΛΛΟ. Εἰ ὥσπερ τὸ κτίσμα κυρίως λέγεται ἐφ' ἡμῶν, οὕτως καὶ τὸ γέννημα, ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ Υἱοῦ, οὐδὲν ἡμῶν ἕξει πλέον εἰς ὑπεροχὴν κτίσμα καὶ γέννημα κυρίως ὤν. ΑΛΛΟ. Εἰ τὸ γέννημα καὶ τὸ κτίσμα ταυτὸν τυγχάνει, ἔστι δὲ κτίσμα καὶ τὸ Πνεῦμα τὸ ἅγιον, κατ' αὐτοὺς, δῆλον ὅτι καὶ γέννημα. Εἰ δὲ καὶ τὸ Πνεῦμα γέννημα, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ γέννημα, καὶ τὰ πάντα γεννήματα, πῶς μονογενὴς ὁ Υἱὸς ὁ μετὰ πολλῶν ἀδελφῶν εἰσαγόμενος; ΑΛΛΟ. Εἰ, εἴ τι κτίσμα Θεοῦ, τοῦτο καὶ γέννημα, οὐδὲν τῶν γεγονότων λείπεται τῆς υἱοθεσίας. Εἰ δὲ τοῦτο, μάτην ἡμῖν υἱοθεσίαν ἐπηγγείλατο ὁ Θεὸς, ἅτε δὴ καὶ τῶν ἀψύχως ἐχόντων τοῦτο κατὰ φύσιν, εἴπερ, εἴ τι κτίσμα, τοῦτο καὶ γέννημα κυρίως ἐστίν. ΑΛΛΟ. Εἰ τὸ γέννημα καὶ τὸ κτίσμα ταυτόν ἐστιν, ἔστι δὲ τὸ γενόμενον Θεοῦ κτίσμα φύσει, κτίσμα Θεοῦ δηλονότι καὶ φύσει γέννημα Θεοῦ τὸ