97
προστιθέμενοι, ἀλλὰ καὶ δι' αὐτῶν τῶν δυσχερῶν ὠφε λώμεθα μᾶλλον αὐτῷ πιστεύοντες ὅτε καὶ μᾶλλον χρῄ ζομεν.
124.τ ΘΕΟ∆ΩΡΩ
124.1 Λέγουσί τινες τοὺς ἑαλωκότας τῷ πάθει τοῦ ἔρωτος, ὅταν κατά τινα
βιαιοτέραν ἀνάγκην τῶν ποθουμένων ἀπάγωνται, εἰ πρὸς τὴν εἰκόνα τῆς ἀγαπηθείσης μορφῆς ἀποβλέψειαν, τὸ σφοδρὸν ἀναπαύειν τοῦ πάθους διὰ τῆς ἐν ὀφθαλμοῖς ἀπολαύσεως. Εἰ μὲν οὖν ἀληθῆ ταῦτα ἢ μή, λέγειν οὐκ ἔχω· ὃ δέ μοι πρὸς τὴν σὴν συμβέβηκεν ἀγα θότητα οὐ πόρρω τῶν εἰρημένων ἐστίν. Ἐπειδὴ γὰρ γέγονέ τις διάθεσις ἐμοὶ πρὸς τὴν ἱερὰν καὶ ἄδολόν σου ψυχήν, ἵν' οὕτως εἴπω, ἐρωτική, τὸ δὲ ἀπολαύειν τῶν ποθουμένων, ὡς οὐδὲ ἄλλο τι τῶν ἀγαθῶν, ἐν εὐκολίᾳ ἡμῖν ἐστι διὰ τὴν ἐκ τῶν ἁμαρτιῶν ἐναντίωσιν, ἐνόμισα εἰκόνα τῆς ἀγα θότητός σου ἐναργεστάτην ἐν τῇ τῶν εὐλαβεστάτων ἀδελφῶν ἡμῶν παρουσίᾳ ἑωρακέναι. Καὶ γὰρ εἰ δίχα τού των συνέβη τῇ σῇ με περιτυχεῖν γνησιότητι, ἐλογισάμην ἂν ἐν σοὶ κἀκείνους ἑωρακέναι, διότι τῆς ἀγάπης, λέγω, τοσοῦτον ἐν ἑκάστῳ ὑμῶν τὸ μέτρον ἐστὶν ὡς ἐπίσης τὴν περὶ τοῦ πλείονος ἑκάστῳ φιλονεικίαν ἐμφαίνεσθαι. Ἐπὶ τούτοις ηὐχαρίστησα τῷ ἁγίῳ Θεῷ καὶ εὔχομαι, εἴπερ ἔτι ὑπολείπεταί τις χρόνος ζωῆς, γενέσθαι μοι διὰ σοῦ τὴν ζωὴν ἡδεῖαν, ὡς, τό γε νῦν, ἄθλιον πρᾶγμα τὸ ζῆν καὶ φευκτὸν εἶναι ἡγοῦμαι τῆς τῶν φιλτάτων συνουσίας κεχωρισμένον. Οὐ γάρ ἐστι, κατὰ τὴν ἐμὴν κρίσιν, ἐφ' ᾧ τις ἂν εὐθυμήσειε τῶν ἀληθῶς ἀγαπώντων διεζευγμένος.
125.τ ΑΝΤΙΓΡΑΦΟΝ ΠΙΣΤΕΩΣ ΥΠΑΓΟΡΕΥΘΕΙΣΗΣ ΠΑΡΑ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΒΑΣΙΛΕΙΟΥ Η ΥΠΕΓΡΑΨΕΝ ΕΥΣΤΑΘΙΟΣ Ο ΣΕΒΑΣΤΕΙΑΣ ΕΠΙΣΚΟΠΟΣ
125.1 Τοὺς ἢ προληφθέντας ἑτέρᾳ πίστεως ὁμολογίᾳ καὶ μετατίθεσθαι πρὸς
τὴν τῶν ὀρθῶν συνάφειαν βουλομένους ἢ καὶ νῦν πρῶτον ἐν τῇ κατηχήσει τοῦ λόγου τῆς ἀληθείας ἐπιθυμοῦντας γενέσθαι διδάσκεσθαι χρὴ τὴν ὑπὸ τῶν μακαρίων Πατέρων ἐν τῇ κατὰ Νίκαιάν ποτε συγκροτη θείσῃ συνόδῳ γραφεῖσαν πίστιν. Τὸ δὲ αὐτὸ τοῦτο χρήσιμον ἂν εἴη καὶ πρὸς τοὺς ὑπονοουμένους ἐναντίως ἔχειν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ καὶ συσκιάζοντας ἑαυτῶν ἀποφυ γαῖς εὐπροσώποις τὸ τῆς κακοδοξίας φρόνημα. Καὶ γὰρ καὶ τούτοις αὐτάρκης ἡ ἐγκειμένη πίστις. Ἢ γὰρ διορθώ σαιντο ἑαυτῶν τὴν ἐν τῷ κρυπτῷ νόσον ἢ συγκαλύπτοντες αὐτὴν ἐν τῷ βάθει αὐτοὶ μὲν τὸ κρίμα τῆς ἀπάτης βαστά σουσιν, ἡμῖν δὲ τὴν ἀπολογίαν κούφην ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως παρασκευάσουσιν, ὅτε ἀποκαλύψει ὁ Κύριος τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρ διῶν. Λαμβάνειν τοίνυν αὐτοὺς ὁμολογοῦντας προσήκει ὅτι πιστεύουσι κατὰ τὰ ῥήματα τὰ ὑπὸ τῶν Πατέρων ἡμῶν ἐκτεθέντα ἐν τῇ Νικαίᾳ καὶ κατὰ τὴν ὑγιῶς ὑπὸ τῶν ῥημάτων τούτων ἐμφαινομένην διάνοιαν. Εἰσὶ γάρ τινες οἱ καὶ ἐν ταύτῃ τῇ πίστει δολοῦντες τὸν λόγον τῆς ἀληθείας καὶ πρὸς τὸ ἑαυτῶν βούλημα τὸν νοῦν τῶν ἐν αὐτῇ ῥημάτων ἕλκοντες. Ὅπου γε καὶ Μάρκελλος ἐτόλμησεν ἀσεβῶν εἰς τὴν ὑπόστασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ψιλὸν αὐτὸν ἐξηγούμενος λόγον ἐκεῖθεν προφασίσασθαι τὰς ἀρχὰς εἰληφέναι τοῦ ὁμοουσίου τὴν διάνοιαν κακῶς ἐξηγούμενος. Καί τινες τῶν ἀπὸ τῆς δυσσεβείας τοῦ Λίβυος Σαβελλίου ὑπόστασιν καὶ οὐσίαν ταὐτὸν εἶναι ὑπολαμβάνοντες ἐκεῖθεν ἕλκουσι τὰς ἀφορμὰς πρὸς τὴν κατασκευὴν τῆς ἑαυτῶν βλασφημίας, ἐκ τοῦ ἐγγεγράφθαι τῇ πίστει ὅτι· «Ἐὰν δέ τις λέγῃ ἐξ ἑτέρας οὐσίας ἢ ὑποστάσεως τὸν Υἱόν, ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία.» Οὐ γὰρ ταὐτὸν εἶπον