οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
οὖν ἐρήσομαι, ὦ γενναῖε, τίνι μὲν ἂν πρέποι τὸ ἐπὶ θρόνου καθίζειν ὑψηλοῦ καὶ ἐπηρμένου; τίνι δ' ἂν τὸ παρεστάναι καὶ λειτουργεῖν; Ἀλλ' οἶμαί που πάντως ἐκεῖνο ἐρεῖν, ἐξ αὐτοῦ τοῦ πράγματος ἀναπεπεισμένον· ὅτι τεκμη ριοῖ μὲν ἡ κάθησις τὸ ἀξίωμα τὸ δεσποτικόν· μέτρον γε μὴν τὸ δουλοπρεπὲς, ἡ παράστασις. Σύνδρομον δὲ τοῖς Ἡσαΐου λόγοις, καὶ αὐτὸν εὑρήσομεν τὸν μα κάριον ∆αβίδ· "Κύριος γὰρ, φησὶν, ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόσει." Εἶτα τοῖς ἐπὶ τὰ σκῆπτρα δια κελεύεται λέγων· "Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Εὐ λογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λει 77.677 τουργοὶ αὐτοῦ, ποιοῦντες τὸ θέλημα αὐτοῦ. Εὐλογεῖ τε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ." Ἰδοὺ δὴ κἀν τούτῳ, τὸν μὲν θεῖον ἐν οὐρανῷ φησιν ηὐτρεπίσθαι θρόνον· χρῆναι δὲ ἅπαντας ἀκαταλήκτως δοξολογεῖν, ἀγγέλους ἡμῖν ὀνομάζων καὶ λειτουργοὺς, καὶ δυ νάμεις· ἐπὶ τούτοις ἅπασιν ἐπενεγκὼν τὸ, "Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ." Ἀμαθὲς ἄρα, μᾶλλον δὲ καὶ τῆς ἐσχάτης ἀσεβείας ἀνάμεστον τὸ ποιήμασι μὲν τοῖς ἰδίοις ἐναριθμεῖσθαι τὸν ποιητὴν, τὸν δὲ τῶν ὅλων ∆εσπότην τοῖς οἰκετικοῖς περιβάλλειν μέτροις. Τὸ γὰρ ἀναφέρειν τὸ ποιηθὲν εἰς τὴν τοῦ ποιήσαντος δόξαν, οὐδὲν ἕτερόν ἐστιν, ἢ εἰς τὴν τῶν ποιημάτων τάξιν κατακομίζειν τὸν ποιητήν. Ὅτι γὰρ ἀθέλητον αὐτῷ καὶ ἀπηχθημένον παντελῶς τὸ τοῖς παρ' αὐτοῦ γεγονόσι συγκατατάττεσθαι, καὶ ὅτι πάν δεινος ἐπήρτηται δίκη τοῖς τὴν θείαν ἀνατιθεῖσι δόξαν τοῖς ἀκαθάρτοις δαίμοσι, συνήσεις εὖ μάλα τοῖς Μωσαϊκοῖς περιτυχὼν συγγράμμασιν· ἔχει γὰρ οὕ τως· "Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι." Καὶ πάλιν· "Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις." Προσ επιτάττει δὲ λέγων· "Ἐὰν δὲ ἐξολοθρεύσῃ Κύ ριος ὁ Θεός σου τὰ ἔθνη, εἰς οὓς σὺ εἰσπορεύεις ἐκεῖ, κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀπὸ προσ ώπου σου· καὶ κατακληρονομήσεις αὐτοὺς, καὶ κατοικήσεις ἐν τῇ γῇ αὐτῶν, πρόσεχε σεαυτῷ, μὴ ἐκζητήσῃς ἀκολουθῆσαι αὐτοῖς, μετὰ τὸ ἐξολοθρευ θῆναι αὐτοὺς ἀπὸ προσώπου σου, μὴ ἐκζητήσῃς τοὺς θεοὺς αὐτῶν λέγων· Πῶς ποιοῦσι τὰ ἔθνη ταῦτα τοῖς θεοῖς αὑτῶν, ποιήσω κἀγώ. Οὐ ποιήσεις οὕτω Κυρίῳ τῷ Θεῷ σου. Τὰ γὰρ βδελύγματα, ἃ Κύριος ἐμίσησεν, ἐποίησαν τοῖς θεοῖς αὐτῶν· ὅτι τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν κατακαίουσιν ἐν πυρὶ τοῖς θεοῖς αὐτῶν." Καὶ πάλιν· "Ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προφήτης, ἐνυπνιαζόμενος ἐνύπνιον, καὶ δῷ σοι ση μεῖον ἢ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλά λησε πρὸς σὲ λέγων· Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οἷς οὐκ οἴδατε· οὐκ ἀκούσεσθε τῶν λόγων τοῦ προφήτου ἐκείνου, ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο, ὅτι πειράζει Κύριος ὁ Θεὸς ὑμᾶς, τοῦ εἰδέναι εἰ ἀγαπᾶτε Κύριον τὸν Θεὸν ὑμῶν ἐξ ὅλης καρδίας ὑμῶν, καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. Ὀπίσω Κυρίου τοῦ Θεοῦ ὑμῶν πορεύεσθε· καὶ ὁ προφήτης ἐκεῖνος, ἢ ὁ τὸ ἐνύπνιον ἐνυπνιαζόμενος, ἐκεῖνος ἀποθανεῖται. Ἐλάλησε γὰρ πλανῆσαι ἀπὸ Κυρίου τοῦ Θεοῦ σου." Οὐκοῦν θάνατος μὲν ἡ δίκη τοῖς ἐφ' ἃ μὴ προσῆκεν, ἀνοσιώτατα, παρατρέπουσι τῶν ἀκε ραίων τὸν νοῦν. Ὁ δὲ τοῖς εἰς τοῦτο πεσοῦσιν ἀνοίας ἐπιτιμῶν, δῆλος ἂν εἴη δήπουθεν, συμπροσκυνεῖσθαι μὲν ἑτέροις οὐκ ἀνεχόμενος, ἑαυτῷ δὲ καὶ μόνῳ τὴν τῶν ὅλων βασιλείαν ἐπιμαρτυρῶν. Τοιγάρτοι καὶ ἔφασκε διὰ φωνῆς ἁγίων· "Ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος δίκαιος καὶ σωτὴρ, οὐκ ἔστι πάρεξ ἐμοῦ." Ἕνα τοιγαροῦν τὸν ἐπὶ πάντων τε καὶ διὰ 77.680 πάντων ὁμολογοῦντες εἶναι Θεὸν, ἕτερον ἐπ' αὐτῷ μηδένα καταλογισώμεθα· μηδὲ μὴν τὸν τῆς βασιλείας στέφανον ἢ τοῖς ὁρωμένοις κτίσμασιν, ἤγουν ἑτέροις τισὶν ἀπονέμοντες, ἁλισκώμεθα· τὴν μὲν γὰρ τοῦ Θεοῦ δόξαν οὐ παραλύσομεν, καὶ εἰς τοῦτο δρᾷν ἐπι χειρήσαιμεν ἑαυτοὺς δὲ μᾶλλον τοῖς τῆς ἀπωλείας ἐνίεμεν βόθροις. Ἀλλ' ἔστι τις ἴσως λαθραῖος μὲν ἔτι καὶ σκοτεινὸς τοῦ διαβόλου καὶ τῶν δαιμονίων προσκυνητὴς, ἐξωραΐζεται δὲ τοῖς εἰς εὐλάβειαν σχήμασι, καὶ ὅσον ἧκεν εἰς λόγους,