Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
αὐτό. Εἰ δὲ τὸ φύσει, ἀλλ' οὐ θέσει γεννώμενον, ὁμοούσιον τῷ Θεῷ, πᾶν τὸ γενόμενον εὑρεθήσεται φύσει, εἴπερ τὸ κτίσμα φύσει καὶ γέννημα τυγχάνει, καὶ οὐ μετοχῇ. ΑΛΛΟ. Εἰ τὸ κτίσμα τοῦτο καὶ γέννημα κυρίως ἦν, πολλῷ 75.309 μᾶλλον ὑπὲρ τὰ ἄλλα ἦσαν οἱ ἄγγελοι κυρίως υἱοί. Εἰ δὲ τὰ πολλῷ κρείττονα μέτρῳ κυρίως οὐκ εἰσὶν υἱοὶ (οὐδενὶ γάρ ποτε τῶν ἀγγέλων εἶπεν· Υἱός μου εἶ σὺ), οὐκ ἔσται ἄρα τὸ κτίσμα τοῦτο καὶ γέννημα κυρίως. ΑΛΛΟ. Εἰ κτίσμα καὶ γέννημα ταυτόν ἐστιν, ὁ κτίζων ἔσται καὶ Πατήρ. Εἰ δὲ κτίζει ὁ Υἱὸς, ἔσται ὁ αὐτὸς καὶ Πατήρ. Εἰ δὲ τοῦτο, ἔσται Πατρὸς Πατὴρ ὁ ἀγένητος, οὐδὲν πλέον ἔχων τῆς καθ' ἡμᾶς πραγματείας ἐν τῇ ἑαυτοῦ θεογονίᾳ, εἴπερ τὸ γέννημα τοῦτο ὃ καὶ κτίσμα τυγχάνει. ΑΛΛΟ. Εἰ τὸ κτίσμα ἐστὶν ἀληθῶς καὶ γέννημα, καθάπερ ὁ Υἱὸς, ἔσται τῶν πάντων ἀδελφὸς ὁ Υἱὸς, οὐ μὴν Κύριος ὁ Θεός. Εἰ δὲ ἔστι Κύριος καὶ Θεὸς, οὐκ ἄρα ἀδελφός. Εἰ τοίνυν τῷ Υἱῷ ὄντι μονογενεῖ οὐδὲν τῶν ὄντων ἐστὶν ἀδελφὸν, οὐδὲ γεννήματα κυρίως εἰσὶ τὰ λοιπὰ, εἰσὶ δὲ κτίσματα κυρίως· πῶς ἄρα ταυτὸν κτίσμα καὶ γέννημα; ΑΛΛΟ. Εἰ τὸ ποίημα ἔσται καὶ γέννημα, ὁ ποιῶν ἔσται καὶ γεννήτωρ. Καὶ προάγων μὲν τὸ πᾶν ἐξ ἑαυτοῦ ὡς γεννήτωρ, ἔξωθεν δὲ τὸ αὐτὸ ποιῶν ὡς δημιουργός. Εἰ δὲ ἔξωθεν τοῦτο ποιεῖ ὃ καὶ τίκτειν ἐξ ἑαυτοῦ δύναται, ἑνὸς ὄντος ἤδη τοῦ ἐπ' ἀμφοῖν τρόπου, πῶς τὸ ἐν ἑνὶ πράγματι συναχθὲν, δύο πραγμάτων ἂν ἔχοι προσηγορίας, εἰ μὴ ἄρα θατέρα αὐτῶν εἴη διεψευσμένη; ΑΛΛΟ. Εἰ τὸ κτίσμα τοῦτο καὶ γέννημα, κτίσμα δὲ, ὥς φασι, τὸ Πνεῦμα, δῆλον ὅτι καὶ γέννημα. Ἀλλ' εἰ μὲν Πατρὸς, οὐκέτι μονογενὴς ὁ Υἱός. Εἰ δὲ Υἱοῦ, ἔσται Υἱὸς Υἱοῦ, εἴπερ τὸ κτίσμα τοῦτο καὶ γέννημα τυγχάνει. Ὅτι μὴ τῷ κτίζειν τὸ γεννᾷν ταυτόν ἐστιν ἐπὶ Θεοῦ. Εἰ τὸ γεννᾷν καὶ τὸ ποιεῖν ταυτόν ἐστι παρὰ Θεῷ, γεννᾷ δὲ τὸν Υἱὸν ἀμεσιτεύτως, δῆλον ὅτι καὶ πάντα γεννᾷ ἢ ποιεῖ ἀμεσιτεύτως. Εἰ δὲ γεννᾷ μὲν οὐ διά τινος, οὐκέτι δὲ καὶ τὰ πάντα ποιεῖ ἀμεσιτεύτως, πῶς τὸ γεννᾷν ταυτόν ἐστι τῷ ποιεῖν παρὰ Θεῷ; Ποιεῖ δὲ σεισμὸν, λοιμὸν, κατακλυσμὸν, ταῦτα ἔσται γεννῶν ἃ ποιεῖ, εἴπερ τῷ ποιεῖν τὸ γεννᾷν ταυτόν ἐστι παρ' αὐτῷ. ΑΛΛΟ. Εἰ ὅθεν γεννᾷ Θεὸς, ἐκεῖθεν καὶ κτίζει, οὐδὲν ἀράχνου διοίσει, κατ' αὐτοὺς, τοῦ τὸ κτίζειν παρὰ τὸ γεννᾷν οὐκ ἄλλως ἔχοντος. Ἀλλ' οὗτος μὲν νόμῳ φύσεως ἀγόμενος, ὅθεν γεννᾷ, ἐκεῖθεν καὶ κτίζει. Θεὸς δὲ, οὐκ ὢν ὑπὸ φύσιν, ὡς ἀνάγκῃ φύσεως ὑποκείμενος παρ' αὐτῶν ἀτιμάζεται. ΑΛΛΟ. Εἰ ἐπεὶ ἀσύνθετον τὸ Θεῖον, ὡσαύτως ἕχει τῷ γεν 75.312 νᾷν τὸ ποιεῖν, ὡσαύτως ἕξει καὶ τὸ προγινώσκειν τῷ ποιεῖν, ἵνα καὶ ταύτῃ ᾖ ἀσύνθετον. Εἰ δὲ τοῦτο, ἔσται ποιῶν ἃ προγινώσκει κακὰ, εἴπερ ταυτὸν ταῦτα παρ' αὐτῷ, ὅτι δὴ καὶ ἀσύνθετον. ΑΛΛΟ. Εἰ τὸ γεννᾷν καὶ τὸ κτίζειν ὡσαύτως ἔχει Θεὸς, ἐπειδὴ ἀσύνθετος, καὶ τὸ ὁρᾷν τῷ γεννᾷν ταυτὸν ἂν εἴη παρ' αὐτῷ, ἵνα πάντη ἐν αὐτῷ τὸ ἀσύνθετον ᾖ. Εἰ δὲ μὴ ὄντα παρ' αὐτῷ ταῦτα ἀδιάφορα (οὐ γὰρ ὅπερ ὁρᾷ, τοῦτο πάντως καὶ τίκτει), τὸ ἁπλοῦν αὐτοῦ οὐ λυμαίνεται, οὐδὲ τὸ γεννᾷν δηλονότι αὐτὸν ἑτέρως καὶ κτίζειν ἄλλως, στέρησιν αὐτῷ τοῦ ἀσυνθέτου ἐργάζεται. ΑΛΛΟ. Εἰ παρ' οἷς τοῦ γεννᾷν τὸ κτίζειν ἕτερον, παρὰ τούτοις τὸ ἐξ ἑαυτῶν γεννᾷν, ἔξωθεν δὲ κτίζειν ὑπάρχει, παρ' ᾧ δὲ τὸ γεννᾷν τῷ κτίζειν ταυτὸν, τὸ ἔξωθεν κτίζειν οὐχ ὑπάρχει, ὡς οὐδὲ τὸ οἴκοθεν γεννᾷν. Εἰ δὲ τὸ ἔξωθεν μόνον αὐτῷ συγχωροῦσιν, ὅ ἐστι μὲν ποιεῖν, γεννᾷν δὲ οὐ θέλουσι, θέσει ἔσται πατὴρ ὁ κατὰ φύσιν δημιουργός. ΑΛΛΟ. Εἰ τὸ γεννᾷν καὶ τὸ κτίζειν παρὰ Θεῷ, ἐπειδὴ ἀσύνθετος, ταυτόν ἐστιν, οὐκέτι δὲ καὶ παρ' ἡμῖν, ἐπεὶ μὴ τοιοῦτοι, ἔσται ταυτὸν παρ' αὐτῷ τὸ προνοεῖν τῷ γεννᾷν. Οὐ γὰρ ταυτὸ τοῦτο παρ' ἡμῖν, ὅτι σύνθετοι· εἰ δὲ τὸ ἁπλοῦν αὐτοῦ καὶ ἀσύνθετον τὴν παρ' ἡμῖν διαφορὰν οὐκ ἀλλοίαν εἶναι παρ' αὐτῷ ἐξεβιάσατο; οὐδὲ τὸ γεννᾷν αὐτὸν ἄλλως, καὶ κτίζειν ἑτέρως, στέρησιν αὐτῷ τοῦ ἀσυνθέτου ἐργάζεται. ΑΛΛΟ. Εἰ τῷ γεννᾷν ταυτόν ἐστι τὸ ποιεῖν, ὁ γεννῶν ἔσται ποιῶν τὸ γεννώμενον, καὶ γεννῶν τὸ ποιούμενον. Ἀλλὰ τὸ μὲν ποιεῖν, ἐνεργείας ἐστὶ, φύσεως δὲ τὸ γεννᾷν. Φύσις δὲ καὶ ἐνέργεια οὐ ταυτόν· οὐκ ἄρα τῶ γεννᾷν τὸ ποιεῖν ταυτὸν ἔσται. ΑΛΛΟ. Εἰ τῷ ποιεῖν δημιουργός τίς ἐστι, τῷ δὲ