98
ἐκεῖ οὐσίαν καὶ ὑπόστασιν. Εἰ γὰρ μίαν καὶ τὴν αὐτὴν ἐδήλουν ἔννοιαν αἱ φωναί, τίς χρεία ἦν ἑκατέρων; Ἀλλὰ δῆλον ὅτι ὡς τῶν μὲν ἀρνουμένων τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρός, τῶν δὲ λεγόντων οὔτε ἐκ τῆς οὐσίας, ἀλλ' ἐξ ἄλλης τινὸς ὑποστάσεως, οὕτως ἀμφότερα ὡς ἀλλότρια τοῦ ἐκκλησιαστικοῦ φρονήματος ἀπηγόρευσαν. Ἐπεὶ ὅπου γε τὸ ἑαυτῶν ἐδήλουν φρόνημα, εἶπον ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν οὐκέτι προσ θέντες καὶ τὸ ἐκ τῆς ὑποστάσεως. Ὥστε ἐκεῖνο μὲν ἐπ' ἀθετήσει κεῖται τοῦ πονηροῦ φρονήματος, τοῦτο δὲ φανέ ρωσιν ἔχει τοῦ σωτηρίου δόγματος. ∆εῖ τοίνυν ὁμολογεῖν ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρί, καθὼς γέγραπται. Ὁμο λογεῖν δὲ ἐν ἰδίᾳ μὲν ὑποστάσει τὸν Πατέρα, ἐν ἰδίᾳ δὲ τὸν Υἱὸν καὶ ἐν ἰδίᾳ τὸ Πνεῦμα τὸ Ἅγιον, καθὰ καὶ αὐτοὶ σαφῶς ἐκδεδώκασιν. Αὐτάρκως γὰρ καὶ σαφῶς ἐνεδείξαντο εἰπόντες «Φῶς ἐκ Φωτὸς» ὅτι ἕτερον μὲν τὸ γεννῆσαν φῶς, ἕτερον δὲ τὸ γεννηθέν, Φῶς μέντοι καὶ Φῶς, ὥστε ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν τῆς οὐσίας λόγον. Ἐγκείσθω δὲ ἡμῖν καὶ αὐτὴ ἡ πίστις ἡ κατὰ Νίκαιαν συγγραφεῖσα. 125.2 «Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ γεννηθέντα ἐκ τοῦ Πατρὸς Μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατ ρός· Θεὸν ἐκ Θεοῦ, Φῶς ἐκ Φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα· ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμε τέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα, ἐνανθρωπή σαντα, παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς τὸ Ἅγιον Πνεῦμα. Τοὺς δὲ λέγοντας· ἦν ποτε ὅτε οὐκ ἦν καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγέ νετο ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τοὺς τοιούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία.» 125.3 Ἐπεὶ οὖν ἐνταῦθα τὰ μὲν ἄλλα ἀρκούντως καὶ ἀκρι βῶς διώρισται, τὰ μὲν ἐπὶ διορθώσει τῶν βλαβέντων, τὰ δὲ εἰς προφυλακὴν τῶν προσδοκωμένων ὑποφυήσεσθαι, ὁ δὲ περὶ τοῦ Πνεύματος λόγος ἐν παραδρομῇ κεῖται οὐδεμιᾶς ἐξεργασίας ἀξιωθεὶς διὰ τὸ μηδέπω τότε τοῦτο κεκινῆσθαι τὸ ζήτημα, ἀλλ' ἀνεπιβούλευτον ἐνυπάρχειν ταῖς τῶν πιστευόντων ψυχαῖς τὴν περὶ αὐτοῦ διάνοιαν, κατὰ μικρὸν δὲ προϊόντα τὰ πονηρὰ τῆς ἀσεβείας σπέρματα ἃ πρότερον μὲν ὑπὸ Ἀρείου τοῦ προστάτου τῆς αἱρέσεως κατεβλήθη, ὕστερον δὲ ὑπὸ τῶν τὰ ἐκείνου κακῶς διαδεξα μένων ἐπὶ λύμῃ τῶν Ἐκκλησιῶν ἐξετράφη καὶ ἡ ἀκο λουθία τῆς ἀσεβείας εἰς τὴν κατὰ τοῦ Πνεύματος βλασφημίαν ἀπέσκηψεν, ἀναγκαῖον πρὸς τοὺς μὴ φειδο μένους ἑαυτῶν μηδὲ προορωμένους τὴν ἄφυκτον ἀπειλὴν ἣν τοῖς βλασφημοῦσιν εἰς τὸ Πνεῦμα τὸ Ἅγιον ὁ Κύριος ἡμῶν ἐπανετείνατο ἐκεῖνο προτείνειν ὅτι χρὴ αὐτοὺς ἀναθεματίζειν τοὺς λέγοντας κτίσμα τὸ Πνεῦμα τὸ Ἅγιον καὶ τοὺς νοοῦντας οὕτω καὶ τοὺς μὴ ὁμολογοῦντας αὐτὸ φύσει ἅγιον εἶναι, ὡς ἔστι φύσει ἅγιος ὁ Πατὴρ καὶ φύσει ἅγιος ὁ Υἱός, ἀλλ' ἀποξενοῦντας αὐτὸ τῆς θείας καὶ μακαρίας φύσεως. Ἀπόδειξις δὲ τοῦ ὀρθοῦ φρονήματος τὸ μὴ χωρίζειν αὐτὸ Πατρὸς καὶ Υἱοῦ (δεῖ γὰρ ἡμᾶς βαπτί ζεσθαι μὲν ὡς παρελάβομεν, πιστεύειν δὲ ὡς βαπτιζόμεθα, δοξάζειν δέ, ὡς πεπιστεύκαμεν, Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα), ἀφίστασθαι δὲ τῆς κοινωνίας τῶν κτίσμα λεγόντων ὡς φανερῶς βλασφημούντων, ἐκείνου διωμολο γημένου (ἀναγκαία γὰρ ἡ ἐπισημείωσις διὰ τοὺς συκο φάντας) ὅτι οὔτε ἀγέννητον λέγομεν τὸ Πνεῦμα τὸ Ἅγιον, ἕνα γὰρ οἴδαμεν ἀγέννητον καὶ μίαν τῶν ὄντων ἀρχήν, τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὔτε γεννητόν, ἕνα γὰρ Μονογενῆ ἐν τῇ παραδόσει τῆς πίστεως δεδι δάγμεθα· τὸ δὲ Πνεῦμα τῆς ἀληθείας ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι διδαχθέντες ἐκ τοῦ Θεοῦ εἶναι ὁμολογοῦμεν ἀκτίστως. Ἀναθεματίζειν δὲ καὶ τοὺς λειτουργικὸν λέγοντας τὸ Πνεῦμα τὸ Ἅγιον, ὡς διὰ τῆς φωνῆς ταύτης εἰς τὴν τοῦ κτίσματος κατάγοντας τάξιν.