Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
γεννᾷν πατὴρ, οὐκ ἂν εἴη ταυτὸν τὸ ποιεῖν τῷ γεννᾷν, εἴπερ ἕτερον μὲν ἔστι πατὴρ, δημιουργὸς δὲ ὁμοίως ἕτερον. Εἰ δὲ τῷ ποιεῖν ταυτόν ἐστι τὸ γεννᾷν, ὁ ποιῶν ἔσται καὶ πατήρ. Εἰ δὲ ἔστι ποιητὴς ὁ υἱὸς ἅμα τῷ πατρὶ, ὁ δὲ ποιῶν ἔστι καὶ πατὴρ, ἔσται καὶ αὐτὸς πατὴρ, ὅπερ ἄτοπον. ΑΛΛΟ. Εἰ ταυτόν ἐστι πατὴρ καὶ δημιουργὸς, ἐπεὶ καὶ τῷ γεννᾷν τὸ ποιεῖν ταυτὸν, ἔστι δὲ ἐνεργείας ὄνομα ὁ δημιουργὸς, καὶ τὸ πατὴρ εἰκότως ἐνεργείας, ἀλλ' οὐ σχέσεως ἂν εἴη· εἰ δὲ καὶ τοῦτο κἀκεῖνο ἐνεργείας ἐστὶ, κατὰ τὸν αὐτὸν χρόνον ἔσται γεννῶν καὶ ποιῶν 75.313 ὁ Θεὸς, τῆς ἐνεργείας καὶ ἐν τῷ γεννᾷν καὶ ἐν τῷ κτίζειν οὐκ ἄλλως ἐχούσης. ΛΟΓΟΣ ΙΘ. Πρὸς τοὺς λέγοντας, ὅτι ὁ Υἱὸς οὐκ ἔστιν ἀληθι νὸς Λόγος τοῦ Πατρὸς, ἀλλ' ἕτερός ἐστι παρ' αὐτὸν τῇ φύσει καὶ ξένος, τὸ δὲ ἐντεῦθεν συν αγόμενον, ὅτι καὶ ὁμοούσιος τῷ Πατρὶ, καὶ οὐκ ἔξωθεν, ἀλλ' ἐκ τῆς οὐσίας ἐστὶν αὐτοῦ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Εἰ Λόγος, φησὶν, ὁ Υἱός ἐστιν, ὁμοούσιον δὲ εἶναί φατε τῷ Πατρὶ, μὴ διαλλαττέτω κατά τι γοῦν ὡς πρὸς αὐτόν· οὕτω γὰρ ἂν εἴη καὶ ὁμοούσιος. Εἰ δὲ τοῦτο, καλείσθω καὶ ἔστω Λόγος καὶ ὁ Πατήρ. Ἀλλ' οὐ παραδέξεται τοῦτο τῆς θείας Γραφῆς ὁ σκοπὸς, καὶ τῶν ἁγίων ἀποστόλων τὸ κήρυγμα. Πατέρα γὰρ οἶδε τὸν Πατέρα καὶ οὐχ Υἱόν· καὶ πάλιν τὸν Υἱὸν ἐν μόνῃ τῇ τοῦ Υἱοῦ προσηγορίᾳ τηρεῖ, οὐκ ἐῶσα καλεῖσθαι οὐδὲ εἶναι Πατέρα· ἕτερος ἄρα παρ' αὐτόν ἐστι καὶ διεστηκὼς κατὰ τὴν οὐσίαν. Οὐκοῦν οὐδὲ Λόγος ἀληθινὸς, οὐδὲ ἐξ αὐτοῦ προελθὼν ὁ φύσει μεμερισμένος. Πρὸς τοῦτο λύσις. Καὶ ποῦ τὸν Ἰωάννην, ὦ βέλτιστε, θήσεις, Λόγον ἀποκαλοῦντα τὸν Υἱὸν, καὶ ταύτην αὐτῷ κυριωτάτην ἀνατιθέντα τὴν ἐπωνυμίαν καὶ τῆς οὐσίας αὐτοῦ μάλιστα σημαντικήν; Φάσκει γάρ· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ὁρᾷς ὅπως τῆς οὐσίας τοῦ Υἱοῦ παραστατικόν ἐστι τοὔνομα, καὶ τὸ καλεῖσθαι Λόγον, ὅπερ ἐστὶ κατὰ φύσιν σημαίνει. Θεὸς γὰρ ἦν ὁ Λόγος, φησίν. Εἰ δὲ μὴ φύσεως εἴη καὶ τῆς οὐσίας δηλωτικὸν ἐπὶ τοῦ Υἱοῦ τὸ Λόγος ὄνομα, σημαίνει τι πάντως ἕτερον. Καὶ γὰρ ζητεῖν ἀναγκαῖον, τί κατὰ φύσιν ὢν ὁ Υἱὸς, ἐκλήθη Λόγος, εἰ μὴ τὴν οὐσίαν αὐτοῦ σημαίνει τοὔνομα. Οἷον τέκτονά τις εἰπὼν, ἢ λιθοξόον, ἢ ταχυγράφον, οὐ τί ἐστι κατὰ φύσιν σημαινόμενον ὁρίζεται, ἀλλ' οἷον ἔχει τὸ ἐπιτήδευμα μηνύει. Εἰ τοίνυν οὐ τὴν οὐσίαν τοῦ Υἱοῦ σημαίνει τοὔνομα, καὶ τὸ καλεῖσθαι Λόγον, οὐ τί ἐστιν κατὰ φύσιν παρίστησιν αὐτὸν, ἀλλὰ φέρε εἰπεῖν οἷον ἔχει τὸ ἐπιτήδευμα, τί μάτην τὸν εὐαγγελιστὴν θαυμάζομεν; Πῶς δὲ ὁ υἱὸς ἐκλήθη βροντῆς ὡς μέγα τι λαλήσας καὶ ὑπέρογκον; Καίτοι πολλοῖς ἑτέροις ὀνόμασιν ἀποκαλούσης τὸν Υἱὸν τῆς θείας Γραφῆς, ἀλλὰ Λόγον εἰρηκὼς, παράδοξόν τι καὶ ὑπερφυὲς ἐφθέγξατο· καὶ οὐδὲν ἕτερον ἐπ' αὐτῷ προστέθεικεν, οἷον ἐπὶ τοῦ Παύλου φαίνεται, τὸ, Παῦλος ἀπόστολος. Ἠρκέσθη δὲ τῷ εἰπεῖν, Λόγον, εἰς τὸ παραστῆσαι τοῦ Υἱοῦ τὴν οὐσίαν. Αὐτὸς ἄρα ἐστὶν ὁ ἀληθινὸς Λόγος τοῦ Πατρὸς, καὶ οὐχ ἕτερός τις παρ' ἐκεῖνον. ΑΛΛΟ. Εἰ διὰ ταύτην ὑπειλήφασι τὴν αἰτίαν οἱ χριστομάχοι μὴ εἶναι τὸν Υἱὸν ὁμοούσιον τῷ Πατρὶ, ἐπεὶ μήτε ὁ Πατὴρ Λόγος ἐστὶ, μήτε ὁ Λόγος Πατὴρ, καὶ τὴν ἑνότητα τῆς φύσεως τῷ διαφόρῳ τῶν ὀνομάτων δια 75.316 τέμνειν δύνασθαι πεπιστεύκασι, λεγέτωσαν ἡμῖν πῶς ὁ προπάτωρ Ἀδὰμ ὁμοούσιος ἔσται πρὸς τὸν ἐξ αὐτοῦ γεγονότα, οὔτε αὐτὸς Ἄβελ εἶναι δυνάμενος, οὔτε μὴν τοῦ Ἄβελ ἐσομένου ποτὲ Ἀδάμ. Ἀλλ' οὐκ ἐκβάλλει τῆς οὐσίας τὴν ταυτότητα, ἡ τῶν ὀνομάτων διαφορά. Καὶ τοῦτο ἐπὶ γενητῆς καὶ κτιστῆς οὐσίας. Πῶς οὖν οὐκ ἀσεβὲς ἐπὶ τῆς ἀγενήτου φύσεως ἐκεῖνο δοξάζειν, πάντα ὑπερκειμένης τὰ γενητά; Ὡς οὖν εἴπερ ἦν ἑτεροούσιος, οὐκ ἂν ἦν Λόγος ἀληθινὸς, οὕτως ἐπειδήπερ ὁμοούσιος, ἀληθινὸς ἂν εἴη Λόγος. ΑΛΛΟ. Σημαντικὰ μὲν τὰ ὀνόματα τῶν οὐσιῶν ἐστι, τὰ πρῶτα δὴ μάλιστα καὶ τὰ κυριώτατα· ἀλλὰ πολλὴν ἄν τις ἐν τούτοις ἴδοι τὴν διαφοράν. Τὰ μὲν γὰρ καθολικώτερον τὰ ὄντα σημαίνει, καὶ γενικὴν ποιεῖται τὴν δήλωσιν· τὰ δὲ εἰς τὸ καθ' ἓν τὰ καθόλου σημαινόμενα διατέμνοντα, πολλὰ τὰ ὄντα φαίνεσθαι ποιεῖ. Οἷον φέρε εἰπεῖν, τὸ ἄνθρωπος ὄνομα ἁπλῶς τε καὶ ἀπολελυμένως λεγόμενον, σύμπαν