99
Τὰ γὰρ λειτουρ γικὰ πνεύματα κτίσματα ἡμῖν ἡ Γραφὴ παρέδωκεν εἰποῦσα ὅτι «Πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα.» ∆ιὰ δὲ τοὺς πάντα φύροντας καὶ μὴ φυ λάσσοντας τὴν ἐν τοῖς Εὐαγγελίοις διδασκαλίαν ἀναγκαῖόν ἐστι καὶ τοῦτο προσδιαστείλασθαι ὅτι φεύγειν δεῖ καὶ τοὺς τὴν ἀκολουθίαν ἣν παρέδωκεν ἡμῖν ὁ Κύριος ἐναμείβοντας, ὡς φανερῶς μαχομένους τῇ εὐσεβείᾳ, καὶ Υἱὸν μὲν προ τάσσοντας τοῦ Πατρός, Υἱοῦ δὲ τὸ Πνεῦμα τὸ Ἅγιον προτιθέντας. Ἀκίνητον γὰρ καὶ ἀπαρεγχείρητον φυλάσσειν προσήκει τὴν ἀκολουθίαν ἣν ἐξ αὐτῆς τοῦ Κυρίου τῆς φωνῆς παρελάβομεν εἰπόντος· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.» Ὑπογραφὴ Εὐσταθίου ἐπισκόπου. Εὐστάθιος ἐπίσκοπος σοὶ Βασιλείῳ ἀναγνοὺς ἐγνώρισα καὶ συνῄνεσα τοῖς προγεγραμμένοις. Ὑπέγραψα δὲ συμπαρ όντων μοι τῶν ἀδελφῶν, τοῦ ἡμετέρου Φρόντωνος καὶ τοῦ χωρεπισκόπου Σεβήρου καὶ ἄλλων τινῶν κληρικῶν.
126.τ ΑΤΑΡΒΙΩ
126.1 Παραγενόμενοι μέχρι τῆς Νικοπόλεως ἐπ' ἐλπίδι τοῦ καὶ τὰς
κινηθείσας ταραχὰς ἐπανορθώσασθαι καὶ τὴν ἐνδεχομένην ἐπαγαγεῖν παραμυθίαν τοῖς ἀτάκτως καὶ παρὰ τὸν ἐκκλησιαστικὸν θεσμὸν γενομένοις, σφόδρα ἠθυμή σαμεν μὴ καταλαβόντες σου τὴν χρηστότητα, ἀλλὰ μα θόντες ἐξεληλακέναι σε πρὸς πᾶσαν ἔπειξιν καὶ ταῦτα μεσούσης σχεδὸν τῆς συνόδου τῆς παρ' ὑμῶν τελουμένης. ∆ιὸ ἀναγκαίως ἐπὶ τὸ γράμμα ἤλθομεν δι' οὗ ὑπομιμνή σκομεν ἀπαντῆσαι πρὸς ἡμᾶς, ἵνα αὐτὸς διὰ σαυτοῦ παραμυθήσῃ ἡμῶν τὴν λύπην ἣν μέχρι θανάτου λελυπή μεθα ἀκούσαντες ἐπὶ μέσης τῆς Ἐκκλησίας τετολμῆσθαι πράγματα οὔπω μέχρι τῆς ἡμέρας ταύτης εἰς ἀκοὴν ἡμετέραν ἐλθόντα. Καὶ ταῦτα μὲν εἰ καὶ λυπηρὰ καὶ βαρέα, ἀλλ' ἔτι φορητὰ διὰ τὸ εἰς ἄνθρωπον γεγενῆσθαι ὅς, τὴν ὑπὲρ ὧν πέπονθεν ἐκδίκησιν τῷ Θεῷ ἐπιτρέψας, ὅλος ἐστὶ τῆς εἰρήνης καὶ τοῦ μηδὲν παρὰ τὴν αὐτοῦ αἰτίαν βλαβερὸν γίνεσθαι τῷ λαῷ τοῦ Θεοῦ. Ἐπειδὴ δέ τινες τῶν τιμίων καὶ πάσης πίστεως ἀξίων ἀδελφῶν ἀπήγγειλαν ἡμῖν ὡς περὶ τὴν πίστιν καινοτομουμένων τινῶν καὶ λαλουμένων παρὰ σοῦ ὑπεναντίως τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, ἐπὶ τούτοις πλέον συγκινηθέντες καὶ πολὺν ἀγῶνα ἀγωνιά σαντες μή πού τι πρὸς τοῖς μυρίοις τραύμασιν οἷς πέπονθεν ἡ Ἐκκλησία παρὰ τῶν εἰς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου ἐξαμαρτόντων ἔτι καὶ ἄλλο ἀναφυῇ κακόν, ἀνανεωθείσης τῆς παλαιᾶς τοῦ ἐχθροῦ τῆς Ἐκκλησίας Σαβελλίου αἱρέσεως (τούτοις γὰρ οἱ ἀδελφοὶ ἀπήγγελον ἡμῖν συγ γενῆ εἶναι τὰ εἰρημένα), τούτου ἕνεκεν ἐπεστείλαμεν, ἵνα μὴ ὀκνήσῃς μικρὸν διάστημα κινηθεὶς καταλαβεῖν ἡμᾶς καὶ τὴν ἐπὶ τούτοις πληροφορίαν παρασχόμενος ἡμῶν τε τὴν ὀδύνην καταπραῧναι καὶ τὰς τοῦ Θεοῦ Ἐκκλησίας παραμυθήσασθαι τὰς νῦν ἀφορήτως καὶ βαρέως ἐπί τε τοῖς πεπραγμένοις καὶ ἐπὶ τοῖς θρυλουμένοις εἰρῆσθαι παρὰ σοῦ λυπουμένας.
127.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ
127.1 Ὁ φιλάνθρωπος Θεὸς ὁ συμμέτρους ταῖς θλίψεσι τὰς παρακλήσεις
συνάπτων καὶ παρακαλῶν τοὺς ταπεινούς, ἵνα μὴ λάθωσιν ὑπὸ τῆς περισσοτέρας λύπης καταποθέντες, ἴσην ταῖς ἐπιγενομέναις ἡμῖν κατὰ τὴν Νικόπολιν ταρα χαῖς τὴν παραμυθίαν ἐπήγαγε τὸν θεοφιλέστατον ἐπί σκοπον Ἰουβῖνον ἐν καιρῷ ἐπιστήσας· ὃς ὅπως εὐκαίρως ἡμῖν ἐπεφάνη, αὐτὸς διηγησάσθω. Ἡμεῖς γὰρ φειδόμενοι τοῦ μήκους τῆς ἐπιστολῆς σιωπήσομεν καὶ ἵνα μὴ δόξωμεν τοὺς ἐκ