οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
σοῦ πηγὴ ζωῆς, καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς." Καὶ μὴν ὁ σοφώτατος Ἰωάννης, "Ἦν, ἔφασκε, τὸφῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμε νον εἰς τὸν κόσμον." Ἔστι γὰρ, ἔστιν ὁ μονογενὴς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀπαραποίητος χα ρακτὴρ, ὅλον ἔχων ἐν ἰδίῳ κάλλει τὸν Γεννήτορα· καὶ ἐξ ὧν ἐστιν αὐτὸς, τὴν τοῦ τεκόντος φύσιν ἄριστα ζω γραφῶν. Τοιγάρτοι καὶ ἔφασκεν, ὅτι "Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι." Πατέρα δὲ ὅταν ἀκούσῃς καὶ Υἱὸν, ἀναχώρει σωμάτων· καὶ τῆς περὶ τούτων ἐννοίας ἀποδραμὼν, φρόνησον ἃ δεῖ· σύνες τε ὅτι οὐ περί τινος τῶν ἐν γενέσει καὶ φθορᾷ λόγος ἡμῖν εἰς τὸ παρόν. Ἀσώματόν τι καὶ ὑπερούσιον ἡ τῶν ὅλων κατεξουσιάζουσα φύσις. Οὐκοῦν ἐξίτω σω μάτων ὁ νοῦς, ὅταν τι μανθάνῃ περὶ Θεοῦ. Τὸ δὲ οὐ σίας ἁπάσης σωματικῆς ἐπέκεινά τε καὶ ἀνωτάτω νοούμενον, οὔτ' ἂν εἴη τόπῳ περιληπτὸν, οὔτε μὴν ταῖς τῶν σχημάτων ἰδέαις ὑποκείμενον. Ἀλλὰ καὶ ὅταν λέγηται γεννᾷν, οὐκ ἀποῤῥοίαις τισὶν ἢ ἀποτο μαῖς ὑποπίπτον ἁλώσεται· πολλοῦ γε καὶ δεῖ. Ἄν θρωποι μὲν γὰρ, ἤγουν ἕτερόν τι τῶν ἐνσωμάτων ζώων τίκτουσιν ἐξ ἑαυτῶν, καὶ προβολαῖς ταῖς εἰς 77.684 ἕτερον ἰδικῶς ἔχει τὰ ἐξ ἑαυτῶν γεννήματα. Ὅ γε μὴν ἀσώματος, καὶ ἁπάσης ἐννοίας τῆς ἐν ἡμῖν ἐπέκεινα Θεὸς, τίκτει, μὴ μεριζόμενος· γεννᾷ, μὴ τεμνόμενος. Ἀλλ' εἰ μέ τις βούλοιτο τὸν τῆς γεν νήσεως τῆς θείας ἀφηγήσασθαι τρόπον, ἔροιτό τε προσιών· Πῶς οὖν ἡ θεία γεγέννηκε φύσις; οὐδὲν ἐρυθριάσας, ἐρῶ· Καὶ ποῖός σοι νοῦς νοήσει τὰ ὑπὲρ νοῦν; ἢ ποῖος ἂν ἡμῖν διερμην[ε]ύσει[ε] λόγος τὰ ὑπὲρ λόγον; Ὁ μὲν γὰρ μακάριος γράφει Παῦλος· "Ἡ εἰρήνη τοῦ Χριστοῦ ἡ ὑπερέχουσα πάντα νοῦν, φρου ρήσει τὰς καρδίας ὑμῶν." Ἀνέκφραστα δὲ παντε λῶς τὰ τοιαῦτα δεικνὺς καὶ ὁ σοφώτατος ἔφη Σολο μών· "∆όξα Κυρίου κρύπτει λόγον." Ὅτι δὲ καὶ αὐτοὺς τοὺς ἁγίους ἀγγέλους, καίτοι τοσοῦτον ὄντας ὑπὲρ ἡμᾶς, ὁ τῆς τοῦ Υἱοῦ γεννήσεως τρόπος δια λανθάνει, ἀναπείθει λέγων ὁ μακάριος Ἡσαΐας· "Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;" Σαφέστερον δὲ πάλιν ὁ προφήτης Ἀββακοὺμ, ἐξηγεῖται λέγων· "Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ." Τί γὰρ ἂν βούλοιτο δηλοῦν τὸ, καὶ αὐτοὺς καλύψαι τοὺς οὐρα νοὺς τὴν ἀρετὴν τοῦ Υἱοῦ, εἰ μὴ ὅτι καὶ μείζων ἐστὶ καὶ αὐτῆς τῆς ἄνω πληθύος καὶ τῶν ἁγίων ταγμά των ὁ περὶ αὐτοῦ λόγος; Οὐκοῦν ἄῤῥητος μὲν ἁπάσῃ τῇ κτίσει καὶ ἀπερινόητος παντελῶς ἡ τοῦ Χριστοῦ γέννησις. Ἑπόμενοι δὲ ταῖς θείαις Γραφαῖς, καὶ καθάπερ ἐν ἐσόπτρῳ καὶ αἰνίγματι βλέποντες, καὶ γεννηθῆναί φαμεν, καὶ συνυπάρχειν αὐτὸν ἀϊδίως, κατὰ τοιούσδε τινὰς τρόπους· καὶ μικρὰ μὲν οἶδ' ὅτι τὰ παραδείγματα, καὶ οὐ διαρκῶς ἡμῖν, ὅπως ἔχει, τὴν τοῦ Θεοῦ φύσιν καὶ τὸν τῆς γεννήσεως τρόπον κατασημῆναι δυνάμενα. Ἐννοεῖν δὲ ἀκόλουθον, ὡς οὐδέν ἐστιν ἐν τοῖς γεγονόσιν, ὅνπερ ἄν τις ἴδοι τῆς τοῦ Θεοῦ δόξης οὐχ ἡττώμενον. δʹ. Οὐκοῦν καθάπερ τινὰ τύπον αἰσθητὸν τοῖς θεω ρήμασι προϋποτιθέντες τὸ παράδειγμα, ἐπὶ τὸ ἀσυγ κρίτως ὑπερτεροῦν ἀναθρώσκωμεν, καὶ ὡς ἔνι μάλιστα καλῶς, κατά γε τὸ ἐφικτὸν, ἐπ' αὐτὸ τῆς θείας φύσεως ἰόντες τὸ κάλλος, ἐννοῶμεν, ὅτι ὁ λόγος μὲν ὁ ἀνθρώ πινος, καὶ μὴν καὶ τὸ εἶδος ὅπερ ἂν ἐννοοῖτο τυχὸν σώμασιν ἐνυπάρχειν, ἀνύπαρκτά τέ ἐστι, καὶ οὐδαμό θεν ἰδίως ὑφεστηκότα· τὸ δὲ θεῖόν τε καὶ ὑπερκόσμιον γέννημα, τουτέστιν, ὁ Υἱὸς, ὑφέστηκεν, ἰδικῶς γεν νηθεὶς ἐκ Πατρὸς τοῦ ἀγεννήτως ὑφεστηκότος. Θορυ βείτω δὲ μηδένα τῶν λέξεων ἡ διαφορά. Οὐ γὰρ δὴ παραδεξώμεθα τάς τινων εἰκαιοβουλίας, τὰ ἀπὸ καρ δίας αὐτῶν λαλούντων, καὶ οὐκ ἀπὸ στόματος Κυ ρίου, κατὰ τὸ γεγραμμένον· οἷς ἀκόλουθον ἐπιφθέγ ξασθαι καὶ εἰπεῖν· "Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὑτῶν." Ἢ τάχα που, μᾶλλον δὲ καὶ ὡς ἀλη θῶς εἰπεῖν, τὰ καθ' ἑαυτὰς οὐ γινώσκοντες, ἐπαί 77.685 ρουσι μὲν εἰς ὕψος τὸ κέρας, "λαλοῦσι δὲ κατὰ τοῦ Θεοῦ ἀδικίαν," ὡς καὶ αὐτὸς ἡμῖν ὁ θεῖος ἀνα μέλπει ∆αβίδ. Συνείροντες γὰρ ἀσυνέτως τὰ ἐξ ἀν θρωπίνων ἐννοιῶν εὑρήματα, καὶ ἰσχνοῖς ὥσπερ τισὶ διαλογισμοῖς "ἱστὸν ἀράχνης ὑφαίνοντες," κατὰ τὸ γεγραμμένον, τὰς τῶν ἁπλουστέρων ψυχὰς ἀνοσίως