100
μεταβολῆς ἀγαπητοὺς ἡμῖν γενομένους οἱονεὶ τῇ ὑπομνήσει τοῦ σφάλματος στηλιτεύειν. Ἀλλὰ παράσχοι ὁ ἅγιος Θεὸς ἐπιστῆναί σε τοῖς ἡμετέροις τόποις, ὥστε περιπτύξασθαι μὲν τὴν σὴν σεμνοπρέπειαν, διηγήσασθαι δὲ τὰ καθ' ἕκαστον. Πέφυκε γάρ πως τὰ κατὰ τὴν πεῖραν λυπήσαντα ψυχαγωγίαν ἔχειν ἐν διηγήμασι. Πλὴν ἀλλ' ὑπὲρ ὧν τελείως μὲν ὡς πρὸς τὴν εἰς ἡμᾶς ἀγάπην, προηγουμένως δὲ καὶ στιβαρῶς ὡς πρὸς τὴν τῶν κανόνων ἀκρίβειαν ὁ θεοφιλέστατος ἐπίσκοπος ἐκινήθη ἐπαίνεσον αὐτόν, καὶ εὐχαρίστησον τῷ Κυρίῳ ὅτι τὰ σὰ θρέμματα πανταχοῦ τὸν χαρακτῆρα τῆς σῆς σεμνότητος δείκνυσιν.
128.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ
128.1 Ἐγὼ τὴν περὶ τὸ εἰρηνεύεσθαι τὰς Ἐκκλησίας τοῦ Κυρίου σπουδὴν
ἔργῳ μὲν ἐνδείξασθαι ἀξίως οὔπω δεδύνημαι, ἐν δὲ τῇ καρδίᾳ μου τοσαύτην ἔχειν ἐπιθυ μίαν φημὶ ὥστε ἡδέως ἂν καὶ τὴν ζωὴν τὴν ἐμαυτοῦ προέσθαι ὑπὲρ τοῦ τὴν ὑπὸ τοῦ Πονηροῦ ἐξαφθεῖσαν φλόγα τοῦ μίσους κατασβεσθῆναι. Καὶ εἰ μὴ τῆς ἐπιθυμίας ἕνεκεν τῆς κατὰ τὴν εἰρήνην ἠνεσχόμην ἐγγίσαι τοῖς κατὰ Κολώνειαν τόποις, μὴ εἰρηνευθείη μοι ἡ ζωή. Εἰρήνην μέντοι τὴν ἀληθινὴν τὴν ὑπ' αὐτοῦ τοῦ Κυρίου κατα λειφθεῖσαν ἡμῖν ἐπιζητῶ, καὶ ὃ παρεκάλεσά μοι εἰς πλη ροφορίαν ὑπάρξαι οὐκ ἄλλο τι ἐπιθυμοῦντός ἐστιν ἢ τῆς ἀληθινῆς εἰρήνης, κἂν ἄλλως τινὲς διαστρέφοντες τὴν ἀλήθειαν ἐξηγῶνται. Ἐκεῖνοι μὲν οὖν κεχρήσθωσαν ταῖς γλώσσαις αὐτῶν ἐφ' ἃ βούλονται· πάντως γὰρ αὐτοῖς ποτε τῶν ῥημάτων τούτων μεταμελήσει. 128.2 Τὴν δὲ σὴν ὁσιότητα παρακαλῶ μεμνῆσθαι τῶν ἐξ ἀρχῆς προτάσεων καὶ μὴ παράγεσθαι ἄλλας ἀποκρίσεις ἀντ' ἄλλων ἐρωτημάτων δεχομένην, μηδὲ ποιεῖν ἐνεργὰ τὰ σοφίσματα τῶν ἄνευ τῆς περὶ τὸ λέγειν δυνάμεως ἀπ' αὐτῆς μόνης τῆς γνώμης δεινότατα πάντων τὴν ἀλήθειαν κακουργούντων. Προέτεινα γὰρ ἁπλᾶ καὶ σαφῆ καὶ εὐμνη μόνευτα ῥήματα· εἰ τοὺς μὴ δεχομένους τὴν ἐν Νικαίᾳ πίστιν παραιτούμεθα εἰς κοινωνίαν, καὶ εἰ μετὰ τῶν κτίσμα λέγειν τὸ Πνεῦμα τὸ Ἅγιον ἀποτολμώντων τὸ μέρος ἔχειν οὐκ ἀνεχόμεθα. Ὁ δέ, ἀντὶ τοῦ πρὸς ἔπος ταῖς ἐρωτή σεσιν ἀποκρίνασθαι, ἐκεῖνα ἡμῖν ἐρραψῴδησεν ἅπερ ἐπέστειλας, καὶ τοῦτο οὐκ ἀφελείᾳ γνώμης, ὡς ἄν τῳ δόξαι, οὐδὲ τῷ μὴ δύνασθαι συνορᾶν τὸ ἀκόλουθον. Ἀλλ' ἐκεῖνο λογίζεται ὅτι ἀρνούμενος μὲν ἡμῶν τὴν πρότασιν τοῖς λαοῖς ἑαυτὸν κατάδηλον ποιήσει, συντιθέμενος δὲ ἡμῖν τῆς μεσότητος ἀποστήσεται, ἧς οὐδὲν αὐτῷ μέχρι τοῦ νῦν γέγονε προτιμότερον. Μὴ τοίνυν ἡμᾶς κατασο φιζέσθω μηδὲ μετὰ τῶν ἄλλων καὶ τὴν σὴν παρακρουέσθω φρόνησιν, ἀλλὰ σύντομον ἡμῖν λόγον ἀποστειλάτω πρὸς τὸ ἐρώτημα, ἢ ὁμολογῶν τὴν κοινωνίαν πρὸς τοὺς ἐχθροὺς τῆς πίστεως ἢ ἀρνούμενος. Ἐὰν ταῦτα συμπείσῃς αὐτὸν καὶ πέμψῃς μοι ὀρθὰς καὶ οἵας εὔχομαι τὰς ἀποκρίσεις, ἐγώ εἰμι ὁ τὰ κατόπιν πάντα ἡμαρτηκώς, ἐγὼ δέχομαι πᾶσαν τὴν αἰτίαν ἐκείνην ἐπ' ἐμαυτόν· τότε με ἀπαίτει ταπεινοφροσύνης ἐπίδειξιν. Ἕως δ' ἂν μηδὲν γένηται τούτων, σύγγνωθι, θεοφιλέστατε Πάτερ, μὴ δυναμένῳ μετὰ ὑποκρίσεως θυσιαστηρίῳ Θεοῦ παρεστάναι. Εἰ γὰρ μὴ τοῦτο ἐφοβούμην, τίνος ἕνεκεν ἐμαυτὸν ἐχώριζον Εὐιπ πίου, τοιούτου μὲν τὰ περὶ λόγους, τοσοῦτον δὲ χρόνῳ προήκοντος, τοσαῦτα δὲ τῆς πρὸς ἡμᾶς φιλίας δίκαια κεκτημένου; Εἰ δὲ ἐκεῖνα καλῶς καὶ προσηκόντως ὑπὲρ τῆς ἀληθείας ἐπράξαμεν, γελοῖον δή που τοῖς τὰ αὐτὰ ἐκείνῳ λέγουσι, διὰ τῆς τῶν εὐφυῶν τούτων καὶ χαριέντων μεσότητος, συναπτόμενον φαίνεσθαι. 128.3 Οὐ μὴν οὐδὲ παντελῶς μοι δοκεῖ τῶν μὴ δεχομένων τὴν πίστιν ἀλλοτριοῦν ἑαυτούς, ἀλλὰ ποιήσασθαί τινα τῶν ἀνδρῶν ἐπιμέλειαν κατὰ τοὺς παλαιοὺς θεσμοὺς τῆς ἀγάπης, καὶ ἐπιστεῖλαι αὐτοῖς ἀπὸ μιᾶς γνώμης πᾶσαν παράκλησιν μετ' εὐσπλαγχνίας προσάγοντας, καὶ τὴν τῶν