Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
τοῦτο λύσις. Οὐδὲν οὖν διοίσει προφητῶν ὁ ἐν προφήταις λαλῶν τοῦ Θεοῦ Λόγος, καὶ τὰ ἐσόμενα προμηνύων αὐτοῖς· οὐ γὰρ εἶχον ἐξ ἑαυτῶν τὸ εἰδέναι ταῦτα· μόνῳ δὲ ἁρμόζει Θεῷ ἐσομένων ἡ πρόγνωσις. Καὶ τί ποιήσωμεν, τοῦ Κυρίου σαφῶς ἑαυτὸν τῆς πρὸς ἐκείνους ἰσότητος ἀποδιορίζοντος; δι' ὧν οὕτω φησίν· Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγέ 75.320 νετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφὴ, ὃν ὁ Θεὸς ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ Θεοῦ εἰμι. Καὶ γὰρ εἰ τὴν πρὸς τοὺς προφήτας εἶχεν ἰσότητα φυσικὴν, οὐκ ἂν ὡς ἐκ τοῦ ἐλάττονος τῶν καθ' ἑαυτὸν ἐποιεῖτο τὴν σύγκρισιν, τὰ ἐκείνων λαμβάνων εἰς παραδείγματος δύναμιν. Λέγων γὰρ, Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, σαφῶς ἀποδείκνυσιν οὐ λόγον γεγενῆσθαι Θεοῦ πρὸς αὐτὸν, ὥσπερ καὶ πρὸς ἐκείνους, ἀλλ' ὅτιπερ αὐτὸς εἴη τοῦ Πατρὸς ὁ λόγος ὁ πρὸς τοὺς προφήτας λεγόμενος. Πῶς οὖν ὁ τοσοῦτον τῶν προφητῶν ἀπεσχοινισμένος καὶ ἄνω που κείμενος, οὐδὲν ἕξει πλέον αὐτῶν κατὰ τὴν σὴν, ὦ βλάσφημε, τόλμαν; ΑΛΛΟ. Εἰ οὐκ οἶδεν ὁ Υἱὸς τὴν τοῦ Πατρὸς βούλησιν, ἐκδέχεται δὲ, καθάπερ οἱ χριστομάχοι νομίζουσι, τὸν παρ' αὐτοῦ λόγον, ἵνα δή ποτε καὶ μάθοι, καὶ ὥσπερ πρός τινα τῶν προφητῶν ὁ Πατὴρ διαλέγεται πρὸς αὐτὸν, ἴσος ἄρα προφήταις ἐστί. Ποῖ δὴ οὖν ἄρα χωρήσει πάλιν ἡμῖν ὁ ἅγιος Ψαλμῳδὸς ἐν Πνεύματι λέγων, ὅτι Τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; καὶ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; Ἰδοὺ γὰρ ἐνθάδε σαφῶς οὐδένα φησὶν οὔτε ἐν προφήταις, οὓς καὶ νεφέλας τροπικώτερον λέγει, οὔτε μὴν τοῖς εἰς υἱότητα Θεοῦ καταταττομένοις διὰ τῆς χάριτος, ἴσον ἔσεσθαι τῷ κατὰ φύσιν Υἱῷ. Πῶς οὖν ἀληθεύσει ∆αβὶδ ὁ ἐν Πνεύματι τὰ τοιαῦτα λέγων, εἴπερ καὶ λόγος τοῦ Πατρὸς πρὸς αὐτὸν γίνεται, καθάπερ πρὸς τοὺς ἁγίους, καὶ οὐκ οἶδε τὴν τοῦ Πατρὸς βούλησιν καθάπερ ἐκεῖνοι, ἀλλ' ἐκδέχεται τὴν ἀποκάλυψιν αὐτῆς διὰ τῆς ἀκροάσεως; Εἰ δὲ δύσφημον τὸ ψεύδεσθαι τὸ Πνεῦμα λέγειν, δύσφημον δὲ πάντως, καὶ οὐχ ἑτέρως ἔχον, ὑπερέξει προφητῶν ὁ Κύριος ἀσυγκρίτοις ὑπεροχαῖς, αὐτὸς ὢν ὁ ἀληθινὸς λόγος καὶ ἡ τοῦ Πατρὸς βούλησις καὶ σοφία. ΑΛΛΟ. Εἰ ἕτερός ἐστιν ὁ ἐνυπάρχων τῷ Πατρὶ κατὰ φύσιν Θεὸς Λόγος παρὰ τὸν ἐν ταῖς θείαις Γραφαῖς σημαινόμενον, καὶ κεῖται μέν τις ἐν Πατρὶ κεκρυμμένος καὶ ἐνδιάθετος· ἕτερος δέ τίς ἐστιν ἐξαγγελτικὸς τῶν παρ' αὐτοῦ λαλουμένων, ὃν καὶ Ἰωάννης Θεὸν Λόγον εἶναί φησι, πῶς ἔτι τῷ Θεῷ καὶ Πατρὶ τὸ ἁπλοῦν καὶ ἀσύνθετον σωθήσεται; Εἴπερ ἀναγκαίως ὁ κεκρυμμένον τι καὶ ἐμφανὲς ἔχων, ἁπλοῦς οὐκ ἂν εἴη, σύνθετος δὲ μᾶλλον καὶ ἐκ δύο συγκείμενος. Ἔστι δὲ ἁπλοῦς κατὰ φύσιν ὁ Θεὸς, καὶ οὐδὲν ἐν αὐτῷ σύνθετον. Εἶς ἄρα Λόγος ἐν αὐτῷ φυσικός τε καὶ ἐνδιάθετος ὁ Υἱός. ΑΛΛΟ. Εἰ, καθάπερ οἱ χριστομάχοι τολμῶσι λέγειν, ἕτερος ὢν παρὰ τὸν ἐνυπάρχοντα φύσει Θεὸν Λόγος ὁ διὰ τῶν Εὐαγγελίων ἡμῖν κηρυττόμενος, οὐκ οἶδε τὰ κεκρυμμένα τοῦ Πατρὸς, μανθάνει δὲ ὅτε πρὸς αὐτὸν διαλέγεται· ἐξ ἀγνωσίας ἄρα εἰς γνῶσιν ἔρχεται, καὶ ἐξ ἀνοίας εἰς νόησιν. Καὶ πῶς ἀληθεύσει λέγων· 75.321 Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν. Πῶς δὲ ἀπαράλλακτος εἰκὼν ἔσται τοῦ γεγεννηκότος, εἰ καθάπερ ἄνθρωπος ἀγνοίᾳ κρατεῖται; Χρὴ γὰρ πάντως ἢ καὶ τὸν Πατέρα λέγειν τι τῶν ἐσομένων ἀγνοεῖν, ἢ εἰ πάντα γινώσκει, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἔχει τὸν Υἱὸν, ἀδύνατον μὴ τοιαύτην ἔχειν αὐτὸν τὴν γνῶσιν, ὁποίαν καὶ ὁ Πατὴρ, οὗ καὶ ἔστι χαρακτὴρ καὶ εἰκὼν ἀπαράλλακτος. Ἀντίθεσις ὡς ἐκ τοῦ Εὐνομίου. Καὶ τίς οὕτω, φησὶν, ἀμαθὴς ὡς τολμῆσαι λέγειν τὰ ὀνόματα κατὰ πραγμάτων κείμενα, μὴ ἕτερα εἶναι παρ' αὐτά; Ἰδοὺ γὰρ, ὁ μὲν οὐρανὸς, ἔργον οὕτω μέγα καὶ ἐξαίρετον Θεοῦ· τὸ δὲ ὄνομα, δι' οὗ σημαίνεται, ἕτερόν ἐστι παρ' αὐτόν· καὶ γνωσόμεθα τοῦτο ἐντεῦθεν. Ὁ μὲν γὰρ οὐρανὸς πρᾶγμά ἐστιν ὁρατὸν, τὸ δὲ ἐπ' αὐτῷ κείμενον ὄνομα οὐ ταῖς ὄψεσιν ὑποπίπτει, ἀλλ' ἔστι μόνον ἀκουστόν. Οὐκ οὖν διὰ τὸ λέγεσθαι Λόγος ὁ Υἱὸς, πάντως ἐστὶ τοῦτο ὃ νοοῦσί τινες, ἀλλὰ καλεῖται μὲν Λόγος, ἔστι δὲ ἕτερόν τι κατὰ φύσιν. Πρὸς ταῦτα λύσις. Σιωπᾷν ἔδει, καὶ μηδὲν