1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

101

Πατέρων πίστιν προτεινομένους προκαλεῖσθαι αὐτοὺς εἰς συνάφειαν· κἂν μὲν πείσωμεν, κοινῶς αὐτοῖς ἑνωθῆναι, ἐὰν δὲ ἀποτύχωμεν, ἀρκεῖσθαι ἡμᾶς ἀλλήλοις, τὸν δὲ ἐπαμφοτερισμὸν τοῦτον ἐξορίσαι τοῦ ἤθους ἀναλαβόντας τὴν εὐαγγελικὴν καὶ ἄδολον πολιτείαν ᾗ συνέζων οἱ ἐξ ἀρχῆς προσελθόντες τῷ λόγῳ. «Ἦν γάρ, φησί, τῶν πισ τευσάντων καρδία καὶ ψυχὴ μία.» Ἐὰν μὲν οὖν πεισθῶσί σοι, ταῦτα ἄριστα. Εἰ δὲ μή, γνωρίσατε τοὺς πολεμο ποιοὺς καὶ παύσασθε ἡμῖν τοῦ λοιποῦ περὶ διαλλαγῶν ἐπιστέλλοντες.

129.τ ΜΕΛΕΤΙΩ ΕΠΙΣΚΟΠΩ ΑΝΤΙΟΧΕΙΑΣ

129.1 Ἤδειν ὅτι ξενίσει τὴν ἀκοὴν τῆς τελειότητός σου τὸ νῦν ἐπιφυὲν

ἔγκλημα τῷ πάντα εἰπεῖν εὐκόλῳ Ἀπο λιναρίῳ. Καὶ γὰρ οὐδὲ αὐτὸς τὸν πρὸ τούτου χρόνον ἤμην ἐπιστάμενος ἔχειν, ἀλλὰ νῦν οἱ Σεβαστηνοὶ διερευνησά μενοί ποθεν αὐτὰ ἤνεγκαν εἰς τὸ μέσον καὶ περιφέρουσι σύνταγμα ἐξ οὗ μάλιστα καὶ ἡμᾶς καταδικάζουσιν, ὡς τὰ αὐτὰ φρονοῦντας, ἔχον ῥήσεις τοιαύτας· «ὥστε πανταχῆ συνεζευγμένως, μᾶλλον δὲ ἡνωμένως τῇ ἑτερότητι νοεῖν ἀναγκαῖον τὴν πρώτην ταὐτότητα, καὶ δευτέραν καὶ τρίτην λέγοντας τὴν αὐτήν. Ὅπερ γάρ ἐστι πρώτως ὁ Πατήρ, τοῦτό ἐστι δευτέρως ὁ Υἱὸς καὶ τρίτως τὸ Πνεῦμα. Αὖθις δὲ ὅπερ ἐστὶ πρώτως τὸ Πνεῦμα, τοῦτο δευτέρως τὸν Υἱόν, καθὸ δὴ καὶ ὁ Κύριός ἐστι τὸ Πνεῦμα· καὶ τρίτως τὸν Πατέρα, καθὸ δὴ Πνεῦμα ὁ Θεός. Καί, ὡς βιαιότερον σημαίνει τὸ ἄρρητον, τὸν Πατέρα πατρικῶς Υἱὸν εἶναι, τὸν δὲ Υἱὸν ὑϊκῶς Πατέρα. Καὶ ὡσαύτως ἐπὶ τοῦ Πνεύ ματος, καθὸ δὴ εἷς Θεὸς ἡ Τριάς». Ταῦτά ἐστι τὰ θρυλούμενα ἃ οὐδέποτε δύναμαι πιστεῦσαι πλάσματα εἶναι τῶν περιφερόντων, εἰ καὶ ὅτι ἐκ τῆς καθ' ἡμᾶς συκο φαντίας οὐδὲν λογίζομαι αὐτοῖς ἀτόλμητον εἶναι. Γρά φοντες γάρ τισι τῶν καθ' ἑαυτοὺς καὶ προσθέντες τὴν καθ' ἡμῶν διαβολὴν ἐπήγαγον ταῦτα, ῥήματα μὲν αἱρε τικῶν ὀνομάσαντες, τὸν δὲ πατέρα τῆς συγγραφῆς ἀπο κρυψάμενοι, ἵνα τοῖς πολλοῖς ἡμεῖς νομισθῶμεν εἶναι οἱ λογογράφοι. Πλὴν ἀλλ' οὐκ ἂν τοῦ μέχρι ῥήματα συνθεῖναι προῆλθεν αὐτῶν ἡ ἐπίνοια, ὥς γε ἐμαυτὸν πείθω. Ὅθεν, ὑπὲρ τοῦ καὶ τὴν καθ' ἡμῶν κρατοῦσαν βλασφημίαν ἀπώσασθαι καὶ δεῖξαι πᾶσιν ὡς οὐδὲν ἡμῖν ἐστι κοινὸν πρὸς τοὺς ἐκεῖνο λέγοντας, ἠναγκάσθημεν μνησθῆναι τοῦ ἀνδρὸς ὡς προσεγγίζοντος τῇ ἀσεβείᾳ τοῦ Σαβελλίου. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. 129.2 Ἀπὸ δὲ τοῦ στρατοπέδου ἧκέ τις ἀγγέλλων, ἐπὶ τῇ πρώτῃ κινήσει τοῦ κρατοῦντος, ἣν ἐκίνησαν αὐτὸν οἱ τὰς διαβολὰς ἡμῶν καταχέοντες, γεγενῆσθαί τινα καὶ δευτέραν γνώμην, ὥστε μὴ δοθῆναι ἡμᾶς ἐκδότους τοῖς κατηγόροις μήτε παραδοθῆναι ἡμᾶς τῷ ἐκείνων θελήματι, ὅπερ ἦν ἐξ ἀρχῆς ὁρισθέν, ἀλλά τινα γενέσθαι τέως ἀναβολήν. Ἐὰν οὖν ἢ ταῦτα μένῃ ἢ τούτων τι δόξῃ φιλανθρωπότερον, σημανοῦμέν σου τῇ θεοσεβείᾳ. Ἐὰν δὲ κρατῇ τὰ πρότερα, οὐδὲ τοῦτό σε λήσεται. 129.3 Ὁ μέντοι ἀδελφὸς Σαγκτήσιμος πάντως ἐστὶ παρ' ὑμῖν πάλαι καὶ ἃ ἐπιζητεῖ δῆλα γέγονε τῇ τελειότητί σου. Εἰ οὖν φαίνεται ἀναγκαῖόν τι ἔχειν ἡ πρὸς τοὺς ∆υτικοὺς ἐπιστολή, καταξίωσον τυπώσας αὐτὴν διαπέμψασθαι ἡμῖν, ὥστε ποιῆσαι ὑπογραφῆναι παρὰ τῶν ὁμοψύχων, καὶ ἑτοί μην ἔχειν τὴν ὑπογραφὴν ἐν χάρτῃ κεχωρισμένῳ ὃν δυνά μεθα συνάψαι τῷ παρὰ τοῦ ἀδελφοῦ ἡμῶν τοῦ συμπρεσ βυτέρου περικομιζομένῳ. Ἐγὼ μὲν γὰρ οὐδὲν εὑρὼν συνεκτικὸν ἐν τῷ ὑπομνηστικῷ οὐκ ἔσχον ὑπὲρ οὗ ἐπισ τείλω τοῖς ἐν τῇ ∆ύσει. Τὰ μὲν γὰρ ἀναγκαῖα προείληπται, τὰ δὲ περιττὰ γράφειν παντελῶς μάταιον. Περὶ δὲ τῶν αὐτῶν ἐνοχλεῖν μὴ καὶ γελοῖον εἴη; Ἐκείνη δέ μοι ἔδοξεν ὥσπερ ἀγύμναστος εἶναι ἡ ὑπόθεσις καὶ χώραν παρέχειν γράμμασι, τὸ παρακαλέσαι αὐτοὺς μὴ ἀκρίτως δέχεσθαι τὰς κοινωνίας τῶν ἐκ τῆς Ἀνατολῆς ἀφικνουμένων, ἀλλ' ἅπαξ μίαν μερίδα ἐκλεξαμένους, τοὺς λοιποὺς ἐκ τῆς μαρτυρίας