Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ἀποκρίνεσθαι πρὸς τὴν οὕτως ἀνόητον τοῦ λόγου κατασκευήν. Ὅμως δ' οὖν ἐρωτητέον τοὺς ὅσοι τὰ τοιαῦτά φασιν, εἰ μὴ τὰ ὀνόματα κυρίως κατὰ πραγμάτων κείμενα, τὰς οὐσίας αὐτῶν σημαίνει, κἂν ἕτερα παρὰ ταῦτα τυγχάνῃ. Καὶ γοῦν τὸ ἄνθρωπος ὄνομα, σημαίνει μὲν τοῦ ἀνθρώπου τὴν φύσιν, ἕτερον δέ τί ἐστι παρ' αὐτόν. Ὁ μὲν γὰρ ἄνθρωπος πρᾶγμα ὁρατὸν, τὸ δὲ ἐπ' αὐτῷ ὄνομα μόνον ἀκουστόν. Οὐκοῦν εἴ τις ἄνθρωπον ὀνομάσαι, ἐπειδὴ μὴ τοῦτό ἐστι πάντως ὃ σημαίνει τοὔνομα, κατὰ τὸν ἐκείνων συλλογισμὸν, ἕτερόν τι νοείτω, καὶ μὴ πάντως τοῦτο ὃ σημαίνει τοὔνομα. Εἰ δὲ μανίας ἀνάμεστον τοῦτό γε, οὐκ ἀποβλητέον τὰς τῶν ὀνομάτων κυριολογίας, οὐδὲ ἕτερόν τι παρὰ τὸ σημαινόμενον δι' αὐτῶν νοητέον· ἀργήσει γὰρ οὕτω τῶν αἱρετικῶν ἡ μανία. ∆εικνύτω δὲ ἡμῖν ὁ δεινὸς εἰς λογισμοὺς ὅτι μὴ κύριον ὄνομα τῷ Υἱῷ τοῦ Θεοῦ τὸ Λόγος, καὶ ἀντιταττέσθω ταῖς θείαις Γραφαῖς, καὶ τῷ μακαρίῳ εὐαγγελιστῇ Ἰωάννῃ, πρεπωδεστάτην καὶ κυριαιτάτην εἰδότι τοῦ Υἱοῦ τὴν προσηγορίαν διὰ τοῦ καλεῖσθαι Λόγον· Ἐν ἀρχῇ γὰρ, φησὶν, ἦν ὁ Λόγος. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς ἂν δύναιτο, φησὶ, λόγος εἶναι τοῦ Πατρὸς καὶ σοφία ὁ Υἱὸς, εἴπερ ἡ μὲν σοφία ἐπιστήμη ἐστὶν, ὁ δὲ λόγος ῥήματος ἀργὴ προφορά; Ἐπιστήμη δὲ οὐκ ἐνυπόστατόν τί ἐστιν, ἀλλ' οὐδὲ ζῶον καὶ λόγος ὁμοίως. Ὁ δὲ Υἱὸς ζῶόν ἐστιν· οὐκ ἄρα ἐπιστήμη, οὐδὲ σοφία, οὐδὲ λόγος. Εἶτα πρὸς τούτῳ, πῶς ἂν γένοιτο λόγος ἐν λόγῳ, ἀδυνάτου παντάπασιν ὄντος τοῦ τὸ ὅμοιον ἐν ὁμοίῳ γίνεσθαι; οὐδὲ γὰρ ἂν γένοιτο χρῶμα ἐν χρώματι. Εἴπερ οὖν ἦν ὁ λόγος ὄντως ὁ 75.324 φύσει τοῦ Πατρὸς Υἱὸς, πῶς ἂν πρὸς αὐτὸν ἐγένετο λόγος, φέρε εἰπεῖν, ἐν τῷ, Ποιήσωμεν ἄνθρωπον; Πρὸς τοῦτο λύσις. Σκανδαλίζῃ πάλιν οὐκ ἀναβαίνων τὰ ἀνθρώπινα· ἀλλ' ὥσπερ ἐπιλελησμένος ὅτι σοι περὶ τῆς θείας οὐσίας ὁ λόγος ἐστὶν, ἐκ τῶν καθ' ἡμᾶς ὁρίζῃ τὰ ἐκείνῃ προσόντα. Ἢ οὐκ οἶσθα ὅτι τοῖς καθ' ἡμᾶς ὀνόμασι τὸ Θεῖον ἀποκαλεῖται, πάντα δὲ ἑτέρως ἐστὶν ἢ καθάπερ ἡμεῖς; Οὐ γὰρ ἐπειδήπερ ὁ μὲν ἀνθρώπου λόγος ἀνυπόστατος καὶ γλώττης ἐξήχημα πρὸς ἀέρα πεμπόμενον, διὰ τοῦτο καὶ ὁ θεῖος ὡσαύτως ἕξει λόγος, ἀλλὰ ζῶν ἐκ ζῶντος, καὶ ὑφεστηκὼς ἐξ ὑφεστηκότος ἐστί. Καὶ πάλιν, οὐκ ἐπειδήπερ ἡ ἐν ἡμῖν σοφία καὶ ἐπιστήμη οὐκ ἐν ὑποστάσει κεῖται καθ' ἑαυτὴν, διὰ τοῦτο καὶ ἡ ἐνυπάρχουσα τῷ Θεῷ σοφία τὸ ἐνυπόστατος εἶναι καθ' ἑαυτὴν ζημιωθήσεται. Ἀλλ' εἴπερ ὁμολογεῖς μὴ καθ' ἡμᾶς εἶναι τὸν Θεὸν, ὁμολογεῖς δηλονότι καί πως τὰ αὐτοῦ μὴ εἶναι τῶν καθ' ἡμᾶς, ἀλλ' ὑπὲρ ἡμᾶς τοσοῦτον, ὅσον καὶ κατὰ τὸν τῆς οὐσίας λόγον διέστηκεν. ΑΛΛΟ, πρὸς τὸ αὐτό. Ἠγνόησεν ὁ σοφὸς, ὡς οἴεται, καὶ ὀξὺς εἰς τὸ νοεῖν ἀμέτρῳ περιπεσὼν δυσφημίᾳ· ζῶον γὰρ ὀνομάζει τὸν Κύριον, οὐκ εἰδὼς ὅτι τὸ ζῶον ἕτερόν ἐστι παρὰ τὴν ζωὴν, ὥσπερ ἡ ἐπιστήμη παρὰ τὸν ἐπιστήμονα. Ζωὴν μὲν γὰρ εἴ τις λέγοι, αὐτὸ σημαίνει τὸ πρᾶγμα τὸ ἔν τισι γινόμενον καὶ ζωοποιοῦν αὐτά· ζῶον δὲ λέγων, τὸ μετέχον τοῦ ζωοποιοῦντός φησιν. Ἀλλ' οὐχ οὕτως ἑαυτὸν ὁ Κύριος ὀνομάζων φαίνεται, ζωὴν δὲ μᾶλλον ἀποκαλεῖ. Εἰ δὲ ζωὴ ὑπάρχων καὶ ζῶόν ἐστι κατὰ τὴν ἐκείνου φρενοβλάβειαν, λεγέσθω καὶ ὁ Πατὴρ ζῶον, ἐπειδήπερ φαίνεται λέγων· Ζῶ ἐγὼ, λέγει Κύριος. Ἀλλὰ ταῖς ἐκείνου φλυαρίαις ἐῤῥῶσθαι φράσαντες, καὶ τὸ ἀποστολικὸν ἐκεῖνο προσθέντες· Τὰ νοήματά σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ἐπὶ τὴν ὀρθότητα τῶν δογμάτων δραμούμεθα, καὶ οὐ ζῶον κατ' ἐκείνους, ἀλλὰ ζωὴν ἐροῦμεν τὸν Κύριον, ζωογονοῦσαν τὰ πάντα ὡς ἐν αὐτῷ κινεῖσθαι καὶ εἶναι, κατὰ τὴν Παύλου φωνήν. ΑΛΛΟ, εἰς τὸ αὐτό. Λόγον ἡ θεία Γραφὴ τὸν Υἱὸν ὀνομάζειν, καὶ προφορὰν ῥημάτων τοιούτων ὁποῖά ἐστι τὰ ἀνθρώπινα, φαντάζεται πάλιν ὁ γοργὸς εἰς ἀβουλίαν καὶ νεανικὸς εἰς τὸ μὴ νοεῖν ὀρθῶς τὰ θεῖα μυστήρια· οὐκ εἰδὼς ὅτι κατὰ μὲν τὴν ἡμετέραν συνήθειαν οὔτως αὐτὸν αἱ θεῖαι κηρύττουσι Γραφαί. ∆ιαλέγεται δὲ ἀῤῥήτως Πατὴρ πρὸς Υἱὸν, ἔχοντος αὐτοῦ φυσικῶς τοῦ εἰδέναι τοῦ τεκόντος τὴν βούλησιν, οὐ λόγον ἐκφαίνειν δυνάμενον τὰ κεκρυμμένα περιμένοντος, ἐπεὶ καὶ αὐτός ἐστιν ὁ Λόγος. Ὅτε τοίνυν ἐπὶ Θεοῦ τι λέγεται τῶν ὅσα