οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
πιστεύονται· οἷον εἴ τις ἔροιτο τί ἐστι πῦρ, ἀποκρίνεται καθηκόντως τὸ θερμὸν, καὶ ξηρὸν, καὶ καυστικὸν, καὶ φωτιστικόν· ἀφ' ὧν γάρ ἐστι, ποιεῖται τὴν δήλωσιν. Εἰ δὲ λέγοι πῦρ εἶναι τὸ μὴ ψυχρὸν, οὐκ ἀφ' ὧν ἐστιν, ἀλλ' ἐξ ὧν οὐκ ἔστι δηλοῖ· ἀτεχνὲς δὲ τοῦτο καὶ ἀλογώτατον. Εἰ τοίνυν ἐπὶ Θεοῦ τὸ ἀγέννητος ὄνομα, τὸ μὴ γεννηθῆναι δηλοῖ, οὐκ ἐξ ὧν ἐστιν ὁ Θεὸς, ἀλλ' ἐξ ὧν οὐκ ἔστι, δια μεμένηκεν ὅτι γὰρ μὴ γεγέννηται, σημαίνει τὸ ὄνομα. Πῶς οὖν κατ' αὐτοὺς ὅρου δύναμιν ἡ λέξις ἔχει, ὅπως οὐσίας ἔσται σημαντικὸν, καὶ οὐχὶ μᾶλλον τινὸς τῶν τῇ οὐσίᾳ προσμεῖναι πεπιστευμένων; Ἀλλὰ ταυτὶ μὲν ἡμῖν πρὸς ἐκείνους. Εἰρήσεται δὲ πρὸς ὑμᾶς ὡς ἔστιν ἁπλοῦν τῆς Ἐκκλησίας τὸ κήρυγμα. Βεβαπτίσμεθα γὰρ εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα· ὁμοούσιον δὲ εἶναι τὴν ἁγίαν Τριάδα πι στεύοντες, μίαν ἐν αὐτῇ προσκυνοῦμεν θεότητα· εὐ χαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ, ὅτι τῆς ἡμετέρας ἕνεκα σωτηρίας καὶ ζωῆς ἐξαπέστειλεν ἐξ οὐρανοῦ τὸν ἴδιον Υἱὸν, γενόμενον ἐκ γυναικὸς, καὶ τὴν καθ' ἡμᾶς ὁμοίωσιν ὑποδεδυκότα, καὶ ἀληθῶς γενόμενον ἄνθρωπον, ἵνα θριαμβεύσας τὰς Ἀρχὰς, καὶ τὰς Ἐξουσίας τῷ ἰδίῳ σταυρῷ προσηλώσῃ, κατὰ τὸ γε γραμμένον, τὸ καθ' ἡμῶν χειρόγραφον, καὶ ἁπά σης μὲν ἡμᾶς αἰτίας ἀπηλλαγμένους, καθαροὺς ἀπο φήνῃ, τῶν πάλαι πταισμάτων ἀπονίψας τὸν μο λυσμόν· διακηρύξῃ δὲ "καὶ τοῖς ἐν ᾅδου πνεύμα σιν, ἀπειθήσασί ποτε," κατὰ τὸ γεγραμμένον, οὕτω δὲ λοιπὸν τὸν ἁπάντων ἐχθρὸν καταργήσῃ θά νατον, ἐγηγερμένος ἐκ νεκρῶν. Καὶ μὴν καὶ τὰς ἄνω τοῖς ἐπὶ γῆς ἀναπετάσας πύλας, οὐρανοῦ πολίτην ἐργάσηται τὸν πάλαι δραπέτην. Ἥξει γὰρ, ἥξει κατὰ καιροὺς, καὶ καθάπερ αὐτὸς ἔφη, παραλήψεται πάν τας ἡμᾶς μετ' αὐτοῦ τοὺς ὀρθῇ διαπρέποντας πίστει, καὶ πολιτείᾳ λελαμπρυσμένους εὐαγγελικῇ. Καὶ τοῦτο εἰδότες, ἀγαπητοὶ, πάντα ῥύπον ἀπονιψάμενοι, κα θαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ· καὶ γε νώμεθα οἰκτίρμονες, ὡς ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν· ἐπαμύνοντες δὲ κατὰ δύναμιν τοῖς ἐν ἐνδείᾳ, χήρας καὶ ὀρφανοὺς ἀνακτησώμεθα, γυμνοὺς καὶ ἀστέγους εἰς τὸν οἶκον εἰσάγωμεν· καὶ ἁπαξαπλῶς, πᾶν εἶδος ἐπιτηδεύσωμεν ἀρετῆς. Οὕτω γὰρ, οὕτω νηστεύσωμεν καθαρῶς· ἀρχόμενοι μὲν τῆς ἁγίας Τεσσαρακοστῆς ἀπὸ τριακάδος τοῦ Μεχὶρ μη νὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ πέμπτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ δεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ ἑνδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες εὐθὺς καὶ τὰς ἐπτὰ ἑβδομάδας τῆς Πεντηκοστῆς. Οὕτω γὰρ, οὕτω πάλιν τοῖς θείοις ἐντρυφήσομεν λόγοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κράτος, εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΛΟΓΟΣ ΙΓʹ
αʹ. Καλὸν, ὡς ἔοικε, μᾶλλον δὲ ἤδη καιρὸς, ἅγιος ἡμᾶς προσαιροῦντας
λόγοις, ἥκειν τε εἰς μέσον, κα τὴν ἁγίαν καὶ πανεύφημον ἡμῶν ἑορτὴν προανακη ρύττειν λέγοντας· "Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς, καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ, κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν." Ἐπετώθαζε μὲν γὰρ πάλαι κειμένοις ἡ ἁμαρτία, καὶ κατεστρατεύετο τυ ραννικῶς τὸ τῆς σαρκὸς ἔμφυτον κίνημα, ποταμίου νάματος δίκην ταῖς ἁπάντων ψυχαῖς εἰσχεομένης ἀεὶ τῆς ἀκράτου καὶ ἀγρίας ἡδονῆς, καὶ κατωθούσης ἀεὶ πρὸς τὸ δεῖν ἑλέσθαι φρονεῖν τὰ ἐπὶ τῆς γῆς. Καὶ τάχα που ταῖς ἁπάντων ἀσθενείαις ἐπιμειδιῶν ὁ θάνατος, καὶ τὴν τῷ διαβόλῳ πρέπουσάν