Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
μᾶλλον ἀνθρώποις ἐστὶ πρεπωδέστερα, ἀναβαινέτω τὰ καθ' ἡμᾶς ὁ ἀκροώμενος, καὶ ἐπὶ τὴν 75.325 πνευματικὴν καὶ τὴν ἐν νοήσει τῇ θείᾳ τρεχέτω κατάληψιν. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Ἀλλ' οὐκ ἐξαρκεῖ, φησὶν, εἰς Υἱοῦ δήλωσιν τὸ Λόγος ὄνομα, οὐδ' ἂν γένοιτο σαφὴς ἡ οὐσία αὐτοῦ διὰ τῆς τοιᾶσδε προσηγορίας· φέρεται γὰρ καὶ κατὰ πολλῶν ἑτέρων ῥημάτων ἀργῶν τε καὶ ἀνυποστάτων. Πρὸς ταῦτα λύσις. Οὐκοῦν ἀτονήσει πρὸς τὸ παραστῆσαι τοῦ Θεοῦ τὴν οὐσίαν τὸ Θεὸς ὄνομα. Φέρεται γὰρ καὶ κατὰ τῶν μὴ φύσει θεῶν, κατὰ τὸ, Ἐγὼ εἶπα· Θεοί ἐστε. Τί δὲ κωλύσει κἀκεῖνο λέγειν, ὡς ἐπείπερ τὸ δίκαιος ὄνομα, καὶ τὸ ἀγαθὸς, καὶ τὸ ἅγιος, καὶ ἐπ' ἀνθρώπων τάττεται (πολλοὶ γὰρ τοιοῦτοι κατὰ μετοχὴν τοῦ κατ' ἀλήθειαν καὶ ὄντως ἀγαθοῦ καὶ δικαίου τυγχάνοντος), οὐ κυρίως ἐπὶ Θεοῦ τετάξεται τῶν εἰρημένων ἕκαστον; Εἰ δὲ κοινὰ μὲν ἡμῖν πρὸς αὐτὸν τὰ ὀνόματα, αὐτῷ δὲ μόνῳ κατὰ φύσιν τὸ πρᾶγμα ἐπαληθεύεται, οὐδὲν κωλύσει καὶ Λόγον κυρίως κεκλῆσθαι τὸν Υἱὸν, παραστατικήν τε τῆς οὐσίας αὐτοῦ ταύτην ἔχειν τὴν ἐπωνυμίαν, εἰ καὶ ἕτεροι λόγοι πολλοί τινες εἶεν καταχρηστικῶς καὶ πρὸς μίμησιν τοῦ κατ' ἀλήθειαν κεκλημένου. ∆ιὰ γὰρ ταύτην τὴν αἰτίαν περὶ ἑαυτοῦ φησιν ὁ Υἱός· Ἐγώ εἰμι ἡ ἀλήθεια. Ὥστε ὅπερ ἄν τις εἴποι περὶ αὐτοῦ θεοπρεπές τε καὶ ἄξιον τῆς θείας γεννήσεως, ἐρεῖ μὲν ἐπ' αὐτοῦ κυρίως, ἐπὶ δὲ τῶν ἑτέρων οὐκέτι, καταχρηστικῶς δὲ μᾶλλον, καθάπερ εἴρηται. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Λόγος εἴρηται, φησὶ, παρὰ ταῖς θείαις Γραφαῖς, οὐχ ὡς ἐκ Πατρὸς κατὰ φύσιν ὑπάρχων, ἢ αὐτὸς ὢν ὁ ἐνδιάθετος λόγος, ἀλλ' ὅτι τὸν Πατρὸς λόγον ἀκούσας καὶ ἡμῖν ἐξαγγέλλει· ὥσπερ οὖν καὶ ἁγιασμὸς εἴρηται, ὅτι ἁγιάζει, καὶ δικαιοσύνη, ὅτι δικαιοῖ. Πρὸς τοῦτο λύσις. Εἰ Λόγος ἐκλήθη, κατὰ τὴν σὴν, ὦ βέλτιστε, δυσφημίαν, οὐχ ὅτι κατὰ φύσιν τοῦτό ἐστιν ἐκ Πατρὸς προελθὼν, καὶ τῆς τοῦ τεκόντος οὐσίας ἐκφαντικὸς, ἀλλ' ὅτι τὸν παρὰ Πατρὸς ἀκούσας λόγον, ἐξαγγέλλει τοῦτον εἰς ἡμᾶς· τήρει καὶ ἐν τοῖς ἄλλοις τὴν ἴσην ἀκολουθίαν, ἵνα καὶ μειζόνως ἀσχημονήσῃς. Εἰ γὰρ Λόγος ἐστὶν, ὅτι λόγον ἀκήκοεν, ἀναγκαῖον εἰπεῖν ὅτι καὶ δικαιοσύνη καὶ ἁγιασμός ἐστιν, ὡς δικαιοσύνης καὶ ἁγιασμοῦ μέτοχος, καὶ οὐ κατὰ φύσιν ταῦτα ὑπάρχων. Τὰ δὲ μὴ κατὰ φύσιν προσόντα τισὶν, ἀλλ' ἔξωθεν ἐπιγεγονότα, ῥᾳδίως ἀποσυμβήσεται. Καί ποτε δικαιοσύνης καὶ ἁγιασμοῦ ἔρημος, καθ' ὑμᾶς, ὁ τοῦ Θεοῦ Λόγος φανεῖται, ὁ λέγων· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Φθανούσης τοιγαροῦν καὶ εἰς αὐτὸν ἤδη τὸν Πατέρα τῆς δυσφημίας, παραιτητέον τῶν χριστομάχων τὴν κακόνοιαν. 75.328 ΑΛΛΟ. Οὐκ ἐπινομοθετήσεις, ὦ χριστομάχε, ταῖς θείαις Γραφαῖς· οὐδ' ἂν γένοιτό τις ἔκφρων τοσοῦτον, ὡς ἕτερα λέγοντος τοῦ θείου Πνεύματος περὶ τοῦ Υἱοῦ, τοῖς σοῖς πείθεσθαι νόθοις σοφίσμασι μᾶλλον, καὶ μὴ ἐκείνῳ προσέχειν. Λόγον τοιγαροῦν ὀνομάζει τὸν Υἱὸν τὸ Πνεῦμα τὸ ἅγιον· αὐτὸς δὲ οὐ Λόγον εἰσφέρεις, ἀλλὰ Λόγου μέτοχον. Εἰ γὰρ διὰ τοῦτο κεκλῆσθαι φὴς αὐτὸν Λόγον, ἐπειδήπερ λόγον ἀκούσας παρὰ τοῦ Πατρὸς, τοῦτον εἰς ἡμᾶς ἐξήγγειλε, πῶς οὐχ εὑρεθήσῃ ληρῶν; Ὁ γὰρ τοιοῦτος οὐκέτι Λόγος ἐστὶν, ἀλλὰ Λόγου μέτοχος· οὐ γὰρ ἂν εἴη ταυτὸν ὡς πρὸς ἑαυτὸ τὸ μέτοχόν τινος καὶ μετεχόμενον. Οἷον φέρε εἰπεῖν, ἡ σοφία πρὸς τὸν σοφὸν τὸν μετέχοντα αὐτῆς, οὐδὲ ἡ γραμματικὴ πρὸς τὸν γραμματικὸν τὸν μετέχοντα αὐτῆς. Ἕτερον γάρ τι πρᾶγμα καὶ ἕτερόν ἐστιν. Ἀνάγκη τοίνυν ἢ Λόγον ὁμολογεῖν καὶ οὐ Λόγου μέτοχον· ἢ εἰ μετέχει Λόγου, μηκέτι Λόγον ὀνομάζειν. Ἀναιρεῖ γὰρ τοῦτο ἐκεῖνο. Καὶ ἐκείνῳ τοῦτο μάχεται, καὶ δεῖ πάντως ἕν τι τῶν εἰρημένων ὑπάρχειν τὸν Υἱόν· ἀμφότερα δὲ οὐδαμῶς. Λόγον δὲ αὐτὸν ὀνομαζούσης τῆς θείας Γραφῆς, ἐῤῥῶσθαι φράσωμεν εἰκότως τοῖς εἰσφέρουσιν αὐτὸν οὐ Λόγον, ἀλλὰ Λόγου μέτοχον.
ΛΟΓΟΣ Κʹ.