103
ἀνθρώπινα, ἐνασχημονοῦσι δὲ τῷ βίῳ κατα τολμῶντες πράξεων ὧν ὁ παρελθὼν χρόνος οὐκ ἔχει τὰ ὑποδείγματα.
131.τ ΟΛΥΜΠΙΩ
131.1 Ὄντως ἡ τῶν ἀπροσδοκήτων ἀκοὴ ἱκανή ἐστι ποιῆσαι ἀνθρώπου
ἠχῆσαι ἀμφότερα τὰ ὦτα. Ὃ καὶ ἐμοὶ νῦν συνέβη. Εἰ καὶ τὰ μάλιστα γεγυμνασμέναις μου λοιπὸν ταῖς ἀκοαῖς προσέπεσον τὰ περιφερόμενα καθ' ἡμῶν ταῦτα συντάγματα, διὰ τὸ καὶ πρότερον αὐτὸν ἐμὲ δεδέχθαι τὴν ἐπιστολὴν πρέπουσαν μὲν ταῖς ἐμαῖς ἁμαρτίαις, οὐ μὴν προσδοκηθεῖσάν ποτε γραφήσεσθαι παρὰ τῶν ἐπιστειλάν των, ἀλλ' ὅμως τὰ δεύτερα τοσαύτην ὑπερβολὴν ἐφάνη ἡμῖν ἔχειν ἐν ἑαυτοῖς τῆς πικρίας ὥστε ἐπισκοτῆσαι τοῖς προλαβοῦσι. Πῶς γὰρ οὐ μικροῦ τῶν φρενῶν ἔξω ἐγενόμην τῶν ἐμαυτοῦ ἐντυχὼν τῇ πρὸς τὸν εὐλαβέστατον ἀδελφὸν ∆αζίναν ἐπιστολῇ μυρίων μὲν ὕβρεων καὶ κατηγοριῶν ἀφορήτων γεμούσῃ καθ' ἡμῶν καὶ ἐπαναστάσεων, ὡς ἐν τοῖς χαλεπωτάτοις ἡμῶν κατὰ τῆς Ἐκκλησίας βουλεύμασιν εὑρεθέντων; Εὐθὺς δὲ καὶ ἀποδείξεις τοῦ ἀληθεῖς εἶναι τὰς καθ' ἡμῶν βλασφημίας ἐπήχθησαν ἀπὸ συγγράμματος οὐκ οἶδα ὑπὸ τίνος γραφέντος. Μέρη μὲν γὰρ ἐπέγνων, ὁμολογῶ, περὶ τοῦ Λαοδικέως Ἀπολιναρίου γεγράφθαι, καὶ αὐτὰ οὐδὲ ἀναγνοὺς ἐξ ἔργου ποτέ, ἀλλ' ἀκούσας ἑτέρων ἀπαγγειλάντων. Ἄλλα δέ τινα εὗρον ἐγγεγραμμένα ἃ μήτε ἀνέγνων ποτὲ μήτε ἑτέρου λέγοντος ἤκουσα, καὶ τούτων ὁ μάρτυς ἐν οὐρανῷ πιστός. Πῶς οὖν οἱ τὸ ψεῦδος ἀποστρεφόμενοι, οἱ τὴν ἀγάπην πλήρωμα εἶναι τοῦ νόμου δεδιδαγμένοι, οἱ τὰ ἀσθενήματα βαστάζειν τῶν ἀδυνάτων ἐπαγγελλόμενοι ταύτας ἡμῖν κατεδέξαντο τὰς συκοφαντίας ἐπενεγκεῖν καὶ ἀπ' ἀλλοτρίων συγγραμμάτων ἡμᾶς κατα κρῖναι, πολλὰ λογισάμενος κατ' ἐμαυτὸν ἐπινοεῖν τὴν αἰτίαν οὐκ ἔχω, εἰ μή, ὅπερ ἐξ ἀρχῆς εἶπον, μέρος ἔκρινα εἶναι τῶν ὀφειλομένων μοι διὰ τὰς ἁμαρτίας κολάσεων καὶ τὴν ἐπὶ τούτοις λύπην. 131.2 Πρῶτον μὲν γὰρ κατεπένθησα τῇ ψυχῇ, ὅτι ὠλι γώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων· ἔπειτα δὲ καὶ ἐφοβήθην αὐτὸς περὶ ἐμαυτοῦ μή ποτε προσθῶ ταῖς ἄλλαις ἁμαρτίαις καὶ τὴν μισανθρωπίαν πάθω, οὐδὲν πιστὸν ἐν οὐδενὶ λογιζόμενος εἶναι, εἴπερ οἱ εἰς τὰ μέγιστα παρ' ἐμοῦ πιστευθέντες τοιοῦτοι μὲν περὶ ἐμέ, τοιοῦτοι δὲ περὶ αὐτὴν ἐφάνησαν τὴν ἀλήθειαν. Γίνωσκε τοίνυν, ἀδελφέ, καὶ πᾶς ὅστις τῆς ἀληθείας φίλος, μήτε ἐμὰ εἶναι τὰ συντάγματα οὔτε ἀρέσκεσθαι αὐτοῖς μηδὲ τῇ ἐμῇ γνώμῃ συγγεγράφθαι. Εἰ δὲ ἐπέστειλά ποτε πρὸ πολλῶν ἐτῶν Ἀπολιναρίῳ ἢ ἄλλῳ τινί, ἐγκαλεῖσθαι οὐκ ὀφείλω. Οὔτε γὰρ αὐτὸς ἐγκαλῶ εἴ τις ἐκ τῆς ἑταιρείας τινὸς εἰς αἵρεσιν ἀπεσχίσθη (οἴδατε δὲ πάντως τοὺς ἄνδρας, κἂν ὀνομαστὶ μὴ λέγω), διότι ἕκαστος τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθα νεῖται. Ταῦτα νῦν μὲν ἀπεκρινάμην πρὸς τὸν ἀποσταλέντα τόμον, ἀλλ' ἵνα αὐτός τε εἰδείης τὴν ἀλήθειαν καὶ τοῖς βουλομένοις μὴ κατέχειν ἐν ἀδικίᾳ τὴν ἀλήθειαν φανερὰν καταστήσεις. Ἐὰν δὲ δέῃ καὶ πλατύτερον ὑπὲρ ἑκάστου τῶν ἐπενεχθέντων ἡμῖν ἀπολογήσασθαι, καὶ τοῦτο ποιή σομεν τοῦ Θεοῦ συνεργοῦντος. Ἡμεῖς, ἀδελφὲ Ὀλύμπιε, οὔτε τρεῖς θεοὺς λέγομεν οὔτε Ἀπολιναρίῳ κοινωνοῦμεν.
132.τ ΑΒΡΑΜΙΩ ΕΠΙΣΚΟΠΩ ΒΑΤΝΩΝ
132.1 Πάντα τὸν ἀπὸ τοῦ μετοπώρου χρόνον ἠγνόησα περὶ τῆς εὐλαβείας σου
ὅπου διάγεις. Καὶ γὰρ πεπλανημένας τὰς φήμας εὕρισκον, τῶν μὲν ἀπαγγελλόντων ἐν Σαμο σάτοις διατρίβειν σου τὴν εὐλάβειαν, τῶν δὲ ἐν τῇ χώρᾳ, ἄλλων δὲ περὶ τὰς Βάτνας αὐτὰς διαβεβαιουμένων ἑωρα κέναι· διὸ οὐδὲ συνεχῶς ἐπέστειλα. Νῦν δὲ