Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
Εἰς τὸ, Ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας, διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Γέγραπται, φασίν· Ἕκαστοι τοῦτο φρονεῖτε ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἕως τοῦ, ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Εἰ τοίνυν ὑψώθη παρὰ τοῦ Θεοῦ, καὶ ἐδοξάσθη, καὶ ὡς ἐν χαρίσματος μέρει ἔσχε τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ὅτι ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, μισθὸν ἔχει τῆς ταπεινώσεως τὴν τιμὴν καὶ τὸ ὄνομα τὸ ὑπὲρ πάντα· οὐ φύσει Θεὸς ὢν ἢ Υἱὸς, ἀλλ' ἐκ προσθήκης ταῦτα γενόμενος. Τὸ δὲ προσθήκης δεόμενον, ἀτελὲς ἂν εἴη καὶ ἐλλιπὲς ὅσον εἰς τὴν οἰκείαν φύσιν. Καὶ τὸ ὑψούμενόν που, κάτωθεν ἀνάγκη πρὸς τοῦτο ἐπαίρεσθαι· καὶ τὸ χάριν δεχόμενον δεῖσθαι χρὴ πάντως οὗ δέχεται· καὶ τὸ τιμᾶσθαι ζητοῦν, οὐκ εἶναι τοιοῦτον ἀνάγκη λέγειν, ὅπερ δὴ καὶ γενέσθαι βούλεται. Εἰ οὖν ἐχαρίσθη αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, φύσει μὲν τοῦτο οὐκ ἦν, γέγονε δὲ ὕστερον κατὰ χάριν· τὸ δὲ οὕτως ἔχον, οὐκ ἂν εἴη Θεὸς, πρόσφατον γάρ. Πρὸς ταῦτα λύσις ἐφεξῆς ὡς ἐν ἐπιτομῇ. Καὶ ποία γέγονε προσθήκη τιμῆς τῷ ἐν μορφῇ μὲν ὑπάρχοντι Θεοῦ, ἐνδυσαμένῳ δὲ τὴν τοῦ δούλου μορφήν; Πῶς δὲ μᾶλλον οὐκ ἠλαττῶσθαι δόξειεν ἂν, ὁ τὸ μεῖζον ἀφεὶς καὶ τὸ ἔλαττον ἀναλαβών; Θεὸς ὑπ 75.329 άρχων γέγονεν ἄνθρωπος, ἵνα ποῖον εὕρῃ μισθόν; Ἢ πῶς ἐδοξάσθη ὁ ἀπὸ δόξης εἰς ἀτιμίαν καταβεβηκώς; Πῶς δὲ γέγονεν ὑψηλὸς ὁ τῆς θεότητος τὸ ἀξίωμα ὑπεριδὼν, καὶ εἰς ἀνθρωπότητα κατελθών; Πῶς ὁ κατελθὼν, γέγονεν ἄνω; Ποίαν ἔχει βελτίωσιν ὁ ἐν ἐλάττοσι γεγονὼς ἐξ ἀμεινόνων; Εἰ Θεὸς ὢν ὕψιστος καὶ ἐν ὑψηλοῖς κατοικῶν ὑψοῦσθαι λέγεται, ποῖ δὲ ἔτι μετὰ τὴν τοῦ Θεοῦ φύσιν ἀναβήσεται τὸ ὑψούμενον; Πῶς δὲ ἦν ταπεινὸς ὁ ἐν κόλποις ὢν τοῦ ὑψηλοτάτου Πατρός; Ποίας προσθήκης ἐδεῖτο Θεός; Εἰ διὰ τοῦτο καταβέβηκεν, ἵνα καὶ ὑψωθῇ, τίς ἦν ἡ χρεία τῆς καταβάσεως; Εἰ διὰ τοῦτο ἐταπείνωσεν ἑαυτὸν, ἵνα καὶ δοξασθῇ, τίς ἦν ἡ χρεία τῆς ταπεινώσεως; Πῶς δὲ οὐκ ἄσοφος ὁ μετὰ πόνου ζητῶν, ὃ καὶ δίχα πόνων ἔχειν ἐδύνατο; Πῶς ἔλαβε τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα ὁ διαπαντὸς ἐν αὐτῷ προσκυνούμενος; Ῥητὰ, ὅτι Θεὸς ὁ Υἱός. Ὁ Θεὸς ἐν τῷ ὀνόματί σου σῶσόν με· καὶ, Προσκυνησάτωσαν τῷ ὀνόματί σου, Κύριε, τῷ μεγάλῳ. Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ. ∆ότε δόξαν ὀνόματι αὐτοῦ. Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Πῶς οὖν ἔλαβεν, ὅπερ ἔχων ἀεὶ φαίνεται; Λύσις ἑτέρα. Εἰ ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ Θεὸς ἦν ὁ Λόγος, καὶ ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, ὕστερον δὲ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐταπείνωσεν ἑαυτὸν, διά τε τοῦτο ὑψοῦσθαι λέγεται, πῶς οὐκ ἔσται παντί τῳ σαφὲς, ὅτιπερ οὐ περὶ τὴν τοῦ Λόγου φύσιν τοῦτο γίνεσθαι συμβαίνει, ἀλλ' εἰς τὸ τῆς ἀνθρωπότητος μυστήριον; Ὧ γὰρ ἁρμόσει τὸ ταπεινὸν, τούτῳ καὶ τὸ ὑψοῦσθαι πρέπειν ἀκολουθεῖ. Ταπεινὸν δὲ χρῆμα ἡ ἀνθρωπότης, περὶ αὐτὴν ἄρα καὶ τὸ ὑψοῦσθαι νοηθήσεται. Οὐ πρότερον δὲ περὶ τοῦ Θεοῦ Λόγου τοιοῦτόν τι λέγουσαν εὑρήσομεν τὴν Γραφὴν, εἰ μὴ, Σὰρξ γέγονε, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Εἰ τοίνυν περὶ τὴν πρόσληψιν τῆς σαρκὸς ἡ ταπείνωσις γεγενῆσθαι λέγεται, δι' αὐτὴν ἔσται καὶ περὶ αὐτὴν ἡ ὕψωσις. ΑΛΛΟ, εἰς τὸ αὐτό. Ὁ Παῦλος ἐπιστέλλων φησὶν, ὅτι Πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, οὐκ εἰς ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Ὥσπερ οὖν ἐν τοῖς οὐρανοῖς καὶ ἐν προσώπῳ τοῦ Πατρὸς ὑπάρχων ἀεὶ, νῦν ὑπὲρ ἡμῶν εἰσέρχεται μὲν εἰς τὸν οὐρανὸν, ἐμφανίζεται δὲ τῷ Πατρί· οὕτω πάλιν καὶ νῦν ὑπὲρ ἡμῶν ὑψοῦται καὶ δοξάζεται, καὶ λαμβάνει τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵν' ὥσπερ ἐν αὐτῷ καὶ εἰς τὸν οὐρανὸν εἰσερχόμεθα καὶ ἐμφανιζόμεθα τῷ Πατρὶ, οὕτω πάλιν ἐν αὐτῷ δοξαζόμενοι, καὶ ὑψούμενοι, καὶ υἱοὺ Θεοῦ χρηματίζωμεν. 75.332 ΑΛΛΟ. Τοῦ Σωτῆρος ἡμῶν τὴν εἰς οὐρανοὺς ἀνάληψιν ὁ Ψαλμῳδὸς ἐξηγούμενος διὰ τοῦ Πνεύματος λέγει· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν,