104
μαθὼν ἐν Ἀντιοχείᾳ διάγειν ἐν τῇ οἰκίᾳ τοῦ αἰδεσιμωτάτου Σατορ νίνου τοῦ κόμητος ἔδωκα τὴν ἐπιστολὴν προθύμως τῷ ποθεινοτάτῳ καὶ εὐλαβεστάτῳ ἀδελφῷ Σαγκτησίμῳ τῷ συμπρεσβυτέρῳ, δι' οὗ προσφθέγγομαί σου τὴν ἀγάπην παρακαλῶν ὅπουπερ ἂν ᾖς μεμνῆσθαι μάλιστα μὲν τοῦ Θεοῦ, εἶτα καὶ ἡμῶν οὓς ἀγαπᾶν ἐξ ἀρχῆς προείλου καὶ ἔχειν ἐν τοῖς οἰκειοτάτοις ἀριθμουμένους.
133.τ ΠΕΤΡΩ ΑΡΧΙΕΠΙΣΚΟΠΩ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ 133.1 Τῆς μὲν σωματικῆς φιλίας ὀφθαλμοὶ πρόξενοι γίνονται καὶ ἡ διὰ
μακροῦ χρόνου ἐγγινομένη συνήθεια βεβαιοῖ. Τὴν δὲ ἀληθινὴν ἀγάπην ἡ τοῦ Πνεύματος δωρεὰ συνί στησι συνάπτουσα μὲν τὰ μακρῷ διεστῶτα τῷ τόπῳ, γνωρίζουσα δὲ ἀλλήλοις τοὺς ἀγαπητούς, οὐ διὰ σωμα τικῶν χαρακτήρων, ἀλλὰ διὰ τῶν τῆς ἀρετῆς ἰδιωμάτων. Ὃ δὴ καὶ ἐφ' ἡμῶν ἡ τοῦ Κυρίου χάρις ἐποίησε παρα σχομένη ἡμᾶς ἰδεῖν σε τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς καὶ περιπτύξασθαί σε τῇ ἀγάπῃ τῇ ἀληθινῇ καὶ οἱονεὶ συμ φυῆναί σοι καὶ πρὸς μίαν ἐλθεῖν ἕνωσιν ἐκ τῆς κατὰ τὴν πίστιν κοινωνίας. Πεπείσμεθα γάρ σε ἀνδρὸς τοσούτου θρέμμα ὑπάρχοντα καὶ τὴν ἐκ παλαιοῦ διατριβὴν μετ' αὐτοῦ λαχόντα τῷ αὐτῷ πορεύεσθαι πνεύματι καὶ τοῖς αὐτοῖς στοιχεῖν τῆς εὐσεβείας δόγμασι. ∆ιὸ καὶ προσ φθεγγόμεθά σου τὴν τιμιότητα καὶ παρακαλοῦμεν μετὰ τῶν ἄλλων καὶ τὴν περὶ ἡμᾶς διάθεσιν τοῦ μεγάλου ἀνδρὸς διαδέξασθαι, ἐπιστέλλειν τε ἡμῖν συνήθως τὰ κατὰ σαυτὸν καὶ ἐπιμελεῖσθαι τῆς πανταχοῦ ἀδελφότητος τοῖς αὐτοῖς σπλάγχνοις καὶ τῇ αὐτῇ προμηθείᾳ ᾗ καὶ ὁ μακαριώτατος ἐκεῖνος περὶ πάντας ἐχρῆτο τοὺς ἀγαπῶντας τὸν Θεὸν ἐν ἀληθείᾳ.
134.τ ΠΑΙΟΝΙΩ ΠΡΕΣΒΥΤΕΡΩ
134.1 Ὅσον ηὔφρανας ἡμᾶς τοῖς γράμμασιν εἰκάζεις που πάντως αὐτοῖς οἷς
ἐπέστειλας, οὕτω τὸ καθαρὸν τῆς καρδίας, ἀφ' ἧς προῆλθεν ἐκεῖνα τὰ ῥήματα, ἀκριβῶς ἐκ τῶν γραμμάτων κατεμηνύετο. Καὶ γὰρ ὁλκὸς μὲν ὕδατος δείκνυσι τὴν οἰκείαν πηγήν, λόγου δὲ φύσις τὴν προενεγ κοῦσαν αὐτὸν καρδίαν χαρακτηρίζει. Ὥστε ἄτοπόν τε καὶ πολὺ τοῦ εἰκότος παρηλλαγμένον πεπονθέναι ὁμολογῶ. Σπουδάζων γὰρ ἀεὶ γράμμασιν ἐντυγχάνειν τῆς τελειό τητός σου, ἐπειδὴ ἔλαβον εἰς χεῖρας τὴν ἐπιστολὴν καὶ ἀνέγνων αὐτήν, οὐχ ἥσθην μᾶλλον τοῖς ἐπεσταλμένοις ἢ ἠνιάθην, τὴν ζημίαν, ὁπόση γέγονεν ἡμῖν κατὰ τὸν τῆς σιωπῆς χρόνον, διαλογιζόμενος. Ἀλλ' ἐπειδὴ ἤρξω γρά φειν, μὴ διαλείπῃς τοῦτο ποιῶν. Εὐφρανεῖς γὰρ πλέον ἢ οἱ τὰ πολλὰ χρήματα τοῖς φιλοπλούτοις διαπεμπόμενοι. Τῶν δὲ γραφέων οὐδείς μοι παρῆν οὔτε τῶν καλλιγρα φούντων οὔτε τῶν ταχυγράφων. Οὓς γὰρ ἔτυχον ἐξασκήσας, οἱ μὲν ἀνέδραμον ἐπὶ τὴν πρώτην τοῦ βίου συνήθειαν, οἱ δὲ ἀπειρήκασι πρὸς τοὺς πόνους χρονίαις ἀρρωστίαις κεκακωμένοι.
135.τ ∆ΙΟ∆ΩΡΩ ΠΡΕΣΒΥΤΕΡΩ ΑΝΤΙΟΧΕΙΑΣ
135.1 Ἐνέτυχον τοῖς ἀποσταλεῖσι βιβλίοις παρὰ τῆς τιμιό τητός σου. Καὶ τῷ
μὲν δευτέρῳ ὑπερήσθην, οὐ διὰ τὴν βραχύτητα μόνον, ὡς εἰκὸς ἦν τὸν ἀργῶς πρὸς πάντα καὶ ἀσθενῶς λοιπὸν διακείμενον, ἀλλ' ὅτι πυκνόν τε ἅμα ἐστὶ ταῖς ἐννοίαις καὶ εὐκρινῶς ἐν αὐτῷ ἔχουσιν αἵ τε ἀντι θέσεις τῶν ὑπεναντίων καὶ αἱ πρὸς αὐτὰς ἀπαντήσεις, καὶ τὸ τῆς λέξεως ἁπλοῦν καὶ ἀκατάσκευον πρέπον ἔδοξέ μοι εἶναι προθέσει χριστιανοῦ οὐ πρὸς ἐπίδειξιν μᾶλλον ἢ κοινὴν ὠφέλειαν γράφοντος. Τὸ δὲ πρότερον τὴν μὲν δύναμιν ἔχον τὴν αὐτὴν ἐν τοῖς πράγμασι, λέξει δὲ πολυ τελεστέρᾳ καὶ σχήμασι ποικίλοις καὶ διαλογικαῖς χάρισι κεκομψευμένον, πολλοῦ μοι