106
οἴχεται καὶ προπέποται, ἡμῶν τῆς οἰκείας ἀσφαλείας ἕνεκεν τὰ τῶν πλησίον περιορώντων καὶ οὐδὲ τοῦτο συνορᾶν δυναμένων ὅτι τῇ τοῦ κοινοῦ κακοπραγίᾳ καὶ τὸ καθ' ἕκαστον συναπόλλυται, τί χρὴ καὶ λέγειν, ἄλλως τε καὶ πρὸς ἄνδρα ὃς πόρρωθεν ἕκαστα προειδὼς καὶ προδιεμαρτύρω καὶ προεκήρυξας καὶ αὐτός τε προεξανέστης καὶ τοὺς λοιποὺς συνεπήγειρας, ἐπιστέλλων, αὐτὸς παραγινόμενος, τί οὐ ποιῶν, τίνα φωνὴν οὐκ ἀφιείς; Ὧν μεμνήμεθα μὲν ἐφ' ἑκάστῳ τῶν ἐκβαινόν των, ὠφελούμεθα δὲ ἀπ' αὐτῶν οὐκέτι. Καὶ νῦν εἰ μὴ αἱ ἁμαρτίαι ἀντέστησάν μοι (καὶ τὸ μὲν πρῶτον ὁ εὐλαβέστατος καὶ ἀγαπητὸς ἀδελφὸς ἡμῶν Εὐστάθιος ὁ συνδιάκονος, εἰς νόσον χαλεπὴν καταπεσών, εἰς ὅλους με δύο παρέτεινε μῆνας ἡμέραν ἐξ ἡμέρας τὴν σωτηρίαν αὐτοῦ περιμένοντα· ἔπειτα δὲ οἱ σὺν ἐμοὶ πάντες ἠσθένησαν, ὧν τὰ μὲν κατα λείμματα ἐξαριθμήσεται ὁ ἀδελφὸς Ἰωσάκης· τὸ δὲ τελευ ταῖον αὐτὸς ἐγὼ τῇ νόσῳ κατεσχέθην ταύτῃ), ἐπεὶ πάλαι ἂν ἤμην παρὰ τὴν σὴν τιμιότητα, οὐκ ὄφελός τι τοῖς κοινοῖς παρεχόμενος, ἀλλ' ἐμαυτῷ μέγα κέρδος ἐκ τῆς συντυχίας σου κτώμενος. Καὶ γὰρ ἐγνώκειν ἔξω τῶν ἐκκλησιαστικῶν γενέσθαι βελῶν, διὰ τὸ ἀφύλακτον ἡμῶν πρὸς τὰ σκευωρούμενα παρὰ τῶν ἐναντίων. Σώζοι σε τῷ βίῳ παντὶ ἡ μεγάλη τοῦ Θεοῦ χείρ, τὸν γενναῖον φύλακα τῆς πίστεως καὶ νήφοντα τῶν Ἐκκλησιῶν προστάτην, καὶ καταξιώσειεν ἡμᾶς πρὸ τῆς ἐξόδου τῆς συντυχίας σου ἐπ' ὠφελείᾳ τῶν ψυχῶν ἡμῶν.
137.τ ΑΝΤΙΠΑΤΡΩ ΗΓΕΜΟΝΙ
137.1 Νῦν μοι δοκῶ μάλιστα ἐπαισθάνεσθαι τῆς ζημίας ἣν ὑπομένω διὰ τὸ
ἀρρωστεῖν, ὁπότε ἀνδρὸς τοιούτου τὴν πατρίδα ἡμῶν ἐφέποντος αὐτὸς ἀπεῖναι διὰ τὴν ἐπι μέλειαν τοῦ σώματος ἀναγκάζομαι. Μῆνα γὰρ ὅλον ἤδη προσκαθέζομαι τῇ ἐκ τῶν αὐτοφυῶν θερμῶν ὑδάτων θεραπείᾳ, ὡς δή τι ὄφελος ἐντεῦθεν ἕξων. Ἔοικα δὲ διακενῆς πονεῖν ἐπὶ τῆς ἐρημίας ἢ καὶ γέλωτος τοῖς πολλοῖς ἄξιος εἶναι φαίνεσθαι, μηδὲ τῆς παροιμίας ἀκούων τῆς οὐδὲν ἀπὸ θερμῶν ὄφελος εἶναι τοῖς τεθνηκόσι λε γούσης. ∆ιόπερ καὶ οὕτως ἔχων βούλομαι πάντα παρεὶς καταλαβεῖν σου τὴν σεμνοπρέπειαν, ὥστε τῶν ἐν σοὶ καλῶν ἀπολαύειν καὶ τὰ κατὰ τὸν οἶκον τὸν ἐμαυτοῦ πράγματα διὰ τῆς σῆς ὀρθότητος εὐπρεπῶς διαθέσθαι. Ἐμὸς γάρ ἐστιν ἴδιος ὁ τῆς σεμνοτάτης μητρὸς ἡμῶν Παλλαδίας οἶκος, ἣν οὐ μόνον ἡ τοῦ γένους οἰκειότης ἡμῖν συνάπτει, ἀλλὰ καὶ τὸ τοῦ τρόπου δεξιὸν ἀντὶ μητρὸς ἡμῖν εἶναι πεποίηκεν. Ἐπεὶ οὖν κεκίνηταί τις ταραχὴ περὶ τὸν οἶκον αὐτῆς, ἀξιοῦμέν σου τὴν μεγαλόνοιαν μικρὸν ὑπερθέσθαι τὴν ἐξέτασιν καὶ ἀναμεῖναι ἡμῶν τὴν παρουσίαν, οὐχ ὥστε διαφθαρῆναι τὸ δίκαιον (μυριάκις γὰρ ἂν ἀποθανεῖν ἑλοίμην ἢ τοιαύτην αἰτῆσαι χάριν παρὰ δικαστοῦ φίλου τοῖς νόμοις καὶ τῷ δικαίῳ), ἀλλ' ὥστε ἃ οὐκ εὐπρεπὲς ἐμοὶ γράφειν, ταῦτα ἀπὸ στόματος ἀπαγγέλλοντός μου μαθεῖν. Οὕτω γὰρ οὔτε αὐτὸς τῆς ἀληθείας διαμαρτήσει οὔτε ἡμεῖς πεισόμεθά τι τῶν ἀβουλήτων. ∆έομαι οὖν, τοῦ προσώπου ἐν ἀσφαλείᾳ ὄντος καὶ κατεχομένου παρὰ τῆς τάξεως, ἀνεπαχθῆ ταύτην χάριν καὶ ἀνεπίφθονον ἡμῖν καταθέσθαι.
138.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ
138.1 Τίνα με οἴει ψυχὴν ἐσχηκέναι, ὅτε τὴν ἐπιστολὴν ἐδεξάμην τῆς
θεοσεβείας σου; Εἰ μὲν γὰρ πρὸς τὴν ἐν τῷ γράμματι ἀπεῖδον διάθεσιν, εὐθὺς ὥρμων πέτεσθαι τὴν εὐθὺ Σύρων· εἰ δὲ πρὸς τὴν ἀρρωστίαν τοῦ σώματος, ὑφ' ἧς πεπεδημένος ἐκείμην, ᾐσθανόμην οὐχὶ τοῦ πέτεσθαι μόνον, ἀλλὰ καὶ τοῦ ἐπὶ τῆς κλίνης στρέφεσθαι ἐνδεῶς ἔχων. Πεντηκοστὴν γὰρ ταύτην ἡμέραν ἦγον ἐν τῇ