Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ἴδιον ἡ τροπή. Πρὸς τοῦτο λύσις. Πρῶτον μὲν οὖν προσήκει τὸν εἰς ἔρευναν τῶν θείων εἰσβαίνοντα Γραφῶν, τὸν καιρὸν ἐπιτηρεῖν καθ' ὃν λέγεται τὸ δηλούμενον, καὶ πρόσωπον παρ' οὗ, ἢ δι' οὗ, ἢ περὶ οὗ λέγεται· οὕτω γὰρ ἂν ἀπλανὴς ἡ διάνοια φυλαχθείη τοῖς ὀρθῶς ἐθέλουσι νοεῖν. Γνωσόμεθα μὲν οὖν τὸ ἀπὸ τοῦ καιροῦ χρήσιμον, τῶν ἁγίων ἀποστόλων ἀκούοντες λεγόντων Χριστῷ· Πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας; Ἐκ δὲ τοῦ μὴ εἰδέναι καιρὸν, ἐζημιώθησαν οἱ περὶ Ὑμέναιον καὶ Ἀλέξανδρον, νομίσαντες ἀνάστασιν ἤδη γεγονέναι, καὶ τοῦτο λέγοντες Ὅτι δὲ τῶν προσώπων ἀναγκαία καὶ ἐπωφελὴς ἡ γνῶσις, εἰσόμεθα πάλιν, ὅταν ὁ Εὐνοῦχος λέγῃ πρὸς Φίλιππον· ∆έομαί σου, περὶ τίνος ὁ προφήτης λέγει, περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός; ἢ ὡς ὅταν ὁ μακάριος Παῦλος, τοῦ Σωτῆρος τὸ πρόσωπον εἰσφέρεσθαι βουλόμενος, λέγῃ· Ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκε. Πρόδηλον γὰρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος. Ὅτι δὲ καὶ τὸ πρᾶγμα μὴ ἀγνοεῖν ἀναγκαῖον, ἐντεῦθεν ἔσται καταφανές. Ὅταν γὰρ οἱ προφῆται τὰ περὶ τοῦ Σωτῆρος προκηρύττωσι, καὶ ὁ μὲν λέγῃ· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει· ἑτέρωθι δὲ πάλιν, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ μὴ κυρίως τὰ τοιαῦτα νοῆται περὶ Χριστοῦ, μακράν που τῆς ἀληθείας ὁ νοῦς οἰχήσεται, καὶ τῶν εὐσεβῶν ἐκπετασθήσεται νοημάτων. Ἀναγκαία τοίνυν τῶν εἰρημένων ἡ ἐπιτήρησις. Ἐπιτηρηθέντων τοίνυν ἀκριβῶς καιροῦ, καὶ προσώπου, καὶ πράγματος, εὑρεθήσεται ταῦτα λέγων ὁ Παῦλος, ὅτι δι' ἡμᾶς ἐνηνθρώπησεν ὁ τοῦ Θεοῦ Λόγος, ὅτε τῶν ἁμαρτιῶν ἡμῶν καθαρισμὸν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τότε κρείττων γέγονε τῶν ἀγγέλων· οὐ τὴν φύσιν εἰς ἕτερόν τι μεταβαλὼν, ἢ ὅπερ οὐκ ὢν φαίνεται πρότερον, ὕστερον γεγονώς· οὐ γὰρ περὶ τῆς φύσεως τοῦ Υἱοῦ νῦν ὁ λόγος ἐστὶ τῷ Παύλῳ, ἀλλὰ περὶ πράγματος γενομένου ἐν καιρῷ τῆς ἐνανθρωπήσεως. Οὐκοῦν οὐ τῇ φύσει τῶν ἀγγέλων τὴν τοῦ Υἱοῦ φύσιν συγκρίνεσθαι θέλων, κρείττονα τῶν ἀγγέλων αὐτὸν γεγενῆσθαί φησιν, ἀλλὰ 75.340 πραγμάτων ποιεῖται σύγκρισιν· καὶ κατὰ τοῦτο κρείττονα τὸν Υἱὸν γενέσθαι φησίν. Ἔσται δὲ τοῦ λεγομένου τοιοῦτος ὁ νοῦς· Ὁ Παῦλος Ἑβραίοις διαλεγόμενος καὶ μετὰ πολλῆς παῤῥησίας ἀποδεῖξαι βουληθεὶς, ὅτι κρείττων ἐστὶν ἡ Χριστοῦ διακονία καὶ τῆς τῶν προφητῶν ἀποστολῆς καὶ τοῦ διακονηθέντος δι' ἀγγέλων νόμου, ἀπὸ τῆς τῶν προσώπων ἀξίας ποιεῖται τὴν σύγκρισιν, καί φησι· Πάλαι λαλήσας ὁ Θεὸς τοῖς πατράσιν ἡμῶν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ ἐποίησε τοὺς αἰῶνας. Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. Τοσαύτην τοίνυν περιθεὶς τῷ Υἱῷ τὴν δόξαν, καὶ τὰ τῆς φύσεως τοῦ Πατρὸς ἴδια προσάψας αὐτῷ, τότε φησὶ κρείττονα γενέσθαι τῶν ἀγγέλων, ὅσῳ καὶ μεῖζον ἔχει παρ' ἐκείνους τὸ ὄνομα, ὡς Υἱὸς καὶ κληρονόμος, καὶ ἀπαύγασμα, καὶ χαρακτὴρ, καὶ εἰκὼν, καὶ ὁμόθρονος, καὶ ποιητής. Εἰ δὲ πολὺ κρείττων καὶ διαφορώτερος τῶν ἀγγέλων διὰ ταῦτα νοεῖται, κρείττων ἄρα καὶ ἡ αὐτοῦ τῆς ἐκείνων διακονίας. Σημαίνοι δ' ἂν εἰκότως ἐνθάδε τὸ γέγονεν, οὐ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴν (ἦν γὰρ ὁ Λόγος ἐν ἀρχῇ), οὐδὲ τὴν ἐξ ἐλάττονος εἴς τι μεῖζον μεταβολὴν (τέλειος γὰρ ἐκ τελείου Πατρὸς ὑπῆρχεν ὁ Υἱὸς), ἀλλ' ὥσπερ ἐν συγκρίσει δόξης καὶ ἀξιώματος τὸ μεῖζον καὶ κρεῖττον ὀφθέν. Ὥσπερ ἂν εἴ τις ἄνθρωπος ἵππῳ συγκρίνοιτο, καὶ λέγοιτο κρείττων αὐτοῦ γεγενῆσθαι παρὰ τοῖς δοκιμάζουσι διὰ τὸ εἶναι λογικόν. Ὅτι γὰρ τὸ γενέσθαι οὐ πάντως φύσεως σημαίνει μεταβολὴν, πρόδηλον ἔσται διὰ τοῦ λέγοντος πρὸς Θεόν, Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν· καὶ πάλιν· Ἐγένετό μοι Κύριος εἰς καταφυγήν· καὶ, Ἐγένετό μοι Κύριος εἰς σωτηρίαν. ∆ιακονίας ἄρα καὶ δόξης, καὶ οὐ φύσεως, τῷ Υἱῷ πρὸς ἀγγέλους ἡ σύγκρισις. Παράθεσις ῥητῶν σημαίνουσα ὅτι τὸ, κρείττων, ἡ θεία