107
ἀρρωστίᾳ, καθ' ἣν ἐπέστη ἡμῖν ὁ ἀγαπητὸς καὶ σπουδαιότατος ἀδελφὸς ἡμῶν συνδιάκονος Ἐλπίδιος, πολλὰ μὲν τῷ πυρετῷ δαπα νηθείς, ὃς ἀπορίᾳ τῆς τρεφούσης αὐτὸν ὕλης τῇ ξηρᾷ ταύτῃ σαρκὶ οἷον θρυαλλίδι κεκαυμένῃ περιειλούμενος μαρασμώδη καὶ χρονίαν ἐπήγαγεν ἀρρωστίαν· τὰ δὲ ἐφεξῆς ἡ ἀρχαία πληγή μου, τὸ ἧπαρ τοῦτο διαδεξάμενον, ἀπέκλεισε μέν με σιτίων, ἀπεδίωξε δὲ τῶν ὀμμάτων τὸν ὕπνον, ἐν μεθορίοις δὲ κατέσχε ζωῆς καὶ θανάτου τοσοῦτον ζῆν ἐπι τρέπον ὅσον τῶν ἀπ' αὐτοῦ δυσχερῶν ἐπαισθάνεσθαι. Ὥστε καὶ ὕδασιν ἐχρησάμην αὐτοφυῶς θερμοῖς καί τινας παρ' ἰατρῶν ἐπιμελείας κατεδεξάμην. Ἅπαντα δὲ ἤλεγξε τὸ νεανικὸν τοῦτο κακὸν ὃ τοῦ μὲν ἔθους παρόντος κἂν ἄλ λος ἐνέγκοι, ἀμελετήτως δὲ προσπεσόντος οὐδεὶς οὕτως ἀδαμάντινος ὥστε ἀντισχεῖν. Ὑφ' οὗ πολὺν ὀχληθεὶς χρόνον οὐδέποτε οὕτως ἠνιάθην ὅσον νῦν ἐμποδισθεὶς παρ' αὐτοῦ πρὸς τὴν συντυχίαν τῆς ἀληθινῆς ἀγάπης σου. Οἵας γὰρ ἀπεστερήθην θυμηδίας οἶδα καὶ αὐτός, εἰ καὶ ἄκρῳ δακτύλῳ τοῦ γλυκυτάτου μέλιτος τῆς παρ' ὑμῖν Ἐκκλησίας ἀπεγευσάμεθα πέρυσιν. 138.2 Ἐγὼ δὲ καὶ ἄλλων ἀναγκαίων ἕνεκεν πραγμάτων ἐδεόμην εἰς ταὐτὸν γενέσθαι τῇ θεοσεβείᾳ σου καὶ περὶ πολλῶν μὲν ἀνακοινώσασθαι, πολλὰ δὲ μαθεῖν. Καὶ γὰρ οὐδέ ἐστιν ἐνταῦθα οὐδὲ ἀγάπης ἀληθινῆς ἐπιτυχεῖν. Ὅταν δὲ καὶ πάνυ τις ἀγαπῶντα εὕρῃ, οὐκ ἔστιν ὁ δυνά μενος παραπλησίως τῇ τελείᾳ σου φρονήσει καὶ τῇ ἐμπειρίᾳ, ἣν ἐκ πολλῶν τῶν περὶ τὰς Ἐκκλησίας συνελέξω καμά των, δοῦναι γνώμην ἡμῖν περὶ τῶν προκειμένων. Τὰ μὲν οὖν ἄλλα οὐκ ἐνῆν γράφειν, ἃ δ' οὖν καὶ ἐξενεγκεῖν ἀσφαλὲς ταῦτά ἐστιν. Ὁ πρεσβύτερος Εὐάγριος, ὁ υἱὸς Πομπηϊανοῦ τοῦ Ἀντιοχέως, ὁ συναπάρας ποτὲ ἐπὶ τὴν ∆ύσιν τῷ μακαρίῳ ἀνδρὶ Εὐσεβίῳ, ἐπανήκει νῦν ἐκ τῆς Ῥώμης ἀπαιτῶν ἡμᾶς ἐπιστολὴν αὐτὰ τὰ παρ' ἐκείνων γεγραμμένα ἔχουσαν αὐτολεξεὶ (ἀνεκόμισε δὲ ἡμῖν εἰς τοὐπίσω τὰ παρ' ἡμῶν, ὡς οὐκ ἀρέσαντα τοῖς ἀκριβεστέροις τῶν ἐκεῖ) καὶ πρεσβείαν τινὰ δι' ἀνδρῶν ἀξιολόγων ἤδη κατεπείγεσθαι, ὑπὲρ τοῦ εὐπρόσωπον ἔχειν ἀφορμὴν τοὺς ἄνδρας τῆς ἐπισκέψεως ἡμῶν. Οἱ κατὰ Σεβάστειαν τὰ ἡμέτερα φρονοῦντες Εὐσταθίου τὸ ὕπουλον τῆς κακοδοξίας ἕλκος ἀπογυμνώσαντες ἀπαιτοῦσί τινα παρ' ἡμῶν ἐκκλησια στικὴν αὐτῶν ἐπιμέλειαν. Ἰκόνιον πόλις ἐστὶ τῆς Πισι δίας, τὸ μὲν παλαιὸν μετὰ τὴν μεγίστην ἡ πρώτη, νῦν δὲ καὶ αὐτὴ πρώτη προκάθηται μέρους ὃ ἐκ διαφόρων τμημάτων συναχθὲν ἐπαρχίας ἰδίας οἰκονομίαν ἐδέξατο. Αὕτη καλεῖ ἡμᾶς εἰς ἐπίσκεψιν, ὥστε αὐτῇ δοῦναι ἐπίσκο πον. Τετελευτήκει γὰρ ὁ Φαυστῖνος. Εἰ οὖν δεῖ μὴ κατ οκνεῖν τὰς ὑπερορίους χειροτονίας καὶ ποίαν τινὰ χρὴ δοῦναι τοῖς Σεβαστηνοῖς ἀπόκρισιν καὶ πῶς πρὸς τὰς τοῦ Εὐαγρίου διατεθῆναι γνώμας, ἐδεόμην διδαχθῆναι αὐτὸς συντυχὼν δι' ἐμαυτοῦ τῇ τιμιότητί σου, ὧν πάντων ἀπεστε ρήθην διὰ τὴν παροῦσαν ἀσθένειαν. Ἐὰν μὲν οὖν ᾖ τινος ἐπιτυχεῖν ταχέως πρὸς ἡμᾶς ἀφικνουμένου, καταξίωσον περὶ πάντων ἀποστεῖλαί μοι τὰς ἀποκρίσεις· εἰ δὲ μή, εὖξαι ἐλθεῖν ἐπὶ νοῦν μοι ὅπερ εὐάρεστον ᾖ τῷ Κυρίῳ. Ἐν δὲ τῇ συνόδῳ μνήμην ἡμῶν κέλευσον γενέσθαι καὶ αὐτὸς δὲ πρόσευξαι ὑπὲρ ἡμῶν καὶ τὸν λαὸν συμπαράλαβε, ἵνα τὰς λειπομένας ἡμέρας ἢ ὥρας τῆς παροικίας ἡμῶν κατα ξιωθῶμεν δουλεῦσαι ὡς ἔστιν εὐάρεστον τῷ Κυρίῳ.
139.τ ΑΛΕΞΑΝ∆ΡΕΥΣΙΝ
139.1 Ἡμᾶς μὲν ἡ ἀκοὴ τῶν γεγενημένων κατὰ τὴν Ἀλεξάνδρειαν καὶ τὴν
λοιπὴν Αἴγυπτον διωγμῶν πάλαι κατέλαβε καὶ διέθηκε τὰς ψυχάς, ὡς εἰκὸς ἦν. Ἐλογισάμεθα γὰρ τὸ ἔντεχνον τοῦ διαβολικοῦ πολέμου, πῶς, ἐπειδὴ εἶδεν ἐν τοῖς παρὰ τῶν ἐθνῶν διωγμοῖς πληθυνομένην τὴν Ἐκκλη σίαν καὶ μᾶλλον θάλλουσαν, μετέστρεψεν ἑαυτοῦ τὴν βου λὴν καὶ οὐκέτι ἐκ τοῦ προφανοῦς πολεμεῖ, ἀλλὰ