1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

108

κεκρυμμένα ἡμῖν τὰ ἔνεδρα τίθησι καλύπτων αὐτῶν τὴν ἐπιβουλὴν διὰ τοῦ ὀνόματος ὃ περιφέρουσιν, ἵνα καὶ πάθωμεν τὰ αὐτὰ τοῖς πατράσιν ἡμῶν καὶ μὴ δόξωμεν πάσχειν ὑπὲρ Χριστοῦ, διὰ τὸ χριστιανῶν ὄνομα ἔχειν καὶ τοὺς διώκοντας. Ταῦτα λογιζόμενοι πολὺν χρόνον ἐκαθέσθημεν, ἐπὶ τῇ ἀγγελίᾳ τῶν γενομένων ἐκπεπληγμένοι. Καὶ γὰρ τῷ ὄντι ἤχησαν ἡμῶν ἀμφότερα τὰ ὦτα, μαθόντων τὴν ἀναιδῆ καὶ μισάνθρω πον αἵρεσιν τῶν διωξάντων ὑμᾶς, ὅτι οὐχ ἡλικίαν ᾐδέσθη σαν, οὐ τοὺς ἐν τῇ πολιτείᾳ καμάτους, οὐ λαῶν ἀγάπην, ἀλλὰ καὶ ᾐκίσαντο τὰ σώματα καὶ ἠτίμωσαν καὶ ἐξορίαις παρέδωκαν καὶ διήρπαξαν τὰς ὑπάρξεις ὧν εὑρεῖν ἠδυνήθησαν, οὐδὲ τὴν παρὰ ἀνθρώπων κατάγνωσιν ἐντρε πόμενοι οὐδὲ τὴν φοβερὰν τοῦ δικαίου Κριτοῦ ἀνταπόδοσιν προορώμενοι. Ταῦτα ἡμᾶς ἐξέπληξε καὶ μικροῦ ἔξω ἐποίησε τῶν λογισμῶν. Συνεισῆλθε δὲ τούτοις τοῖς δια λογισμοῖς κἀκείνη ἡ ἔννοια· ἆρα μὴ ἐγκατέλειπεν ἑαυτοῦ τὰς Ἐκκλησίας παντελῶς ὁ Κύριος; Ἆρα μὴ ἐσχάτη ὥρα ἐστὶ καὶ ἡ ἀποστασία διὰ τούτων λαμβάνει τὴν εἴσοδον, ἵνα λοιπὸν ἀποκαλυφθῇ ὁ ἄνομος, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα; 139.2 Πλήν, εἴτε πρόσκαιρός ἐστιν ὁ πειρασμός, βαστά σατε αὐτὸν οἱ καλοὶ τοῦ Χριστοῦ ἀγωνισταί· εἴτε καὶ τῇ παντελεῖ φθορᾷ τὰ πράγματα παραδίδοται, μὴ ἀκηδιάσωμεν πρὸς τὰ παρόντα, ἀλλ' ἀναμείνωμεν τὴν ἐξ οὐρανῶν ἀπο κάλυψιν καὶ ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἰ γὰρ πᾶσα ἡ κτίσις λυθήσεται καὶ μεταποιηθήσεται τὸ σχῆμα τοῦ κόσμου τούτου, τί θαυ μαστὸν καὶ ἡμᾶς, μέρος ὄντας τῆς κτίσεως, παθεῖν τὰ κοινὰ πάθη καὶ παραδοθῆναι θλίψεσιν ἃς κατὰ τὸ μέτρον τῆς δυνάμεως ἡμῶν ἐπάγει ἡμῖν ὁ δίκαιος Κριτὴς οὐκ ἐῶν ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, ἀλλὰ διδοὺς σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δυνηθῆναι ὑπενεγκεῖν; Ἀναμένουσιν ὑμᾶς, ἀδελφοί, οἱ τῶν μαρτύρων στέφανοι· ἕτοιμοί εἰσιν οἱ χοροὶ τῶν ὁμολογητῶν προτεῖναι ὑμῖν τὰς χεῖρας καὶ ὑποδέξασθαι ὑμᾶς εἰς τὸν ἴδιον ἀριθμόν. Μνήσθητε τῶν πάλαι ἁγίων. ὅτι οὐδεὶς τρυφῶν οὐδὲ κολακευόμενος τῶν στεφάνων τῆς ὑπομονῆς ἠξιώθη, ἀλλὰ πάντες διὰ μεγάλων θλίψεων πυρωθέντες τὸ δοκίμιον ἐπεδείξαντο. Οἱ μὲν γὰρ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἄλλοι δὲ ἐπρίσθησαν, οἱ δὲ ἐν φόνῳ μαχαίρας ἀπέθανον. Ταῦτά ἐστι τὰ σεμνολογήματα τῶν ἁγίων. Μακάριος ὁ καταξιωθεὶς τῶν ὑπὲρ Χριστοῦ παθημάτων. Μακαριώτερος δὲ ὁ πλεονάσας ἐν τοῖς παθήμασι, διότι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. 139.3 Εἰ μὲν οὖν ἦν δυνατὸν αὐτῷ μοι παραγενέσθαι, οὐδὲν ἂν προετίμησα τῆς συντυχίας ὑμῶν, ὥστε καὶ ἰδεῖν τοὺς ἀθλητὰς τοῦ Χριστοῦ καὶ περιπτύξασθαι καὶ κοινωνῆσαι τῶν προσευχῶν καὶ τῶν πνευματικῶν ἐν ὑμῖν χαρισμάτων. Ἐπειδὴ δὲ τὸ σῶμά μοι λοιπὸν ὑπὸ χρονίας νόσου κατ ανάλωται, ὡς μηδὲ ἀπὸ τῆς κλίνης δύνασθαι μεταβαίνειν, καὶ οἱ ἐφεδρεύοντες ἡμῖν πολλοί, ὡς λύκοι ἅρπαγες, ἐπι τηροῦντες καιρὸν πότε δυνηθῶσι διαρπάσαι τὰ πρόβατα τοῦ Χριστοῦ, ἀναγκαίως ἐπὶ τὴν διὰ τοῦ γράμματος ἐπίσκεψιν ἦλθον παρακαλῶν προηγουμένως μὲν ἐκτενεῖς τὰς ὑπὲρ ἐμοῦ ποιεῖσθαι ὑμᾶς δεήσεις, ἵνα καταξιωθῶ τὰς γοῦν λειπομένας ἡμέρας ἢ ὥρας δουλεῦσαι τῷ Κυρίῳ κατὰ τὸ Εὐαγγέλιον τῆς Βασιλείας, ἔπειτα καὶ συγγνώμην ἔχειν μου τῇ ἀπολείψει καὶ τῇ βραδυτῆτι ταύτῃ τῶν γραμμάτων. Μόλις γὰρ ηὐπορήσαμεν ἀνθρώπου τοῦ δυνα μένου ἐξυπηρετήσασθαι ἡμῶν τῇ ἐπιθυμίᾳ. Λέγομεν δὲ τὸν υἱὸν ἡμῶν Εὐγένιον τὸν μονάζοντα, δι' οὗ παρακαλῶ εὔξασθαι ὑπὲρ ἡμῶν καὶ τῆς Ἐκκλησίας πάσης καὶ ἀντι γράψαι ἡμῖν τὰ περὶ ὑμῶν, ἵνα γνόντες εὐθυμότεροι διατεθῶμεν.

140.τ ΠΡΟΣ ΤΗΝ ΑΝΤΙΟΧΕΩΝ ΕΚΚΛΗΣΙΑΝ