οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἁγίῳ Θεῷ συναπτόμενοι διὰ μεσίτου Χριστοῦ, καὶ τῆς τῶν ἁγίων λαμπρότητος ἀξίους ὄντας ἑαυ τοὺς ἀποφήνωμεν. Προστιθέντες δὲ τῇ νηστείᾳ καὶ τὰ ἐκ πράξεων ἀγαθῶν αὐχήματα, κατελεήσωμεν χήρας, ὀρφανοὺς ἐπισκεψώμεθα, διαθρύψωμεν πει νῶντι τὸν ἄρτον, ἀμφιέσωμεν τὸν γυμνὸν, τοὺς ἐν δεσμοῖς ἐπισκεψώμεθα, πτωχοὺς ἀστέγους εἰσαγά γωμεν εἰς τὸν οἶκον, καὶ ἁπαξαπλῶς πᾶν εἶδος ἐπι τηδεύσωμεν ἀρετῆς. Τότε γὰρ, τότε νηστεύσωμεν καθαρῶς· ἀρχόμενοι τῆς ἁγίας Τεσσαρακοστῆς ἀπὸ τρισκαιδεκάτης τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ ὀκτωκαιδεκάτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τετράδι καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, συνάπτοντες δὲ καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς, κατὰ τὴν τοῦ θείου νόμου διάταξιν. Οὕτω γὰρ ὀρθοῖς καὶ ἀγαθοῖς ἔργοις κοσμούμενοι, τὴν τῶν οὐρανῶν βασιλείαν κληρονομή 77.709 σομεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ Ι∆ʹ.
αʹ. Ἱεροὶ μὲν ἄνωθεν ὑμνήκασι λόγοι τῆς ἁγίας ἡμῶν ἑορτῆς τὰ συνθήματα·
γεγωνὼς δὲ καὶ δια πρύσιος, ὅτι προσῆκεν ἀνακραγεῖν ἐπ' αὐτῇ, θε σμοθετοῦσι, λέγοντες· "Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν." Ἐξῃρη μένης δὲ ἤδη τῆς κατὰ νόμον σκιᾶς, καὶ μὴν καὶ εἰς ἐναργῆ καὶ ἐμφανεστέραν πραγμάτων δήλωσιν μετεῤῥυκότος τοῦ γράμματος, παρέντες ὡς ἕωλον καὶ ἀχρεῖον ἤδη πως τὸ τοῖς ἀρχαίοις ἐξευρημένον ἐν σκιᾷ τε καὶ τύποις, τὴν ἀσημοτέραν φημὶ τῶν σαλπίγγων ἠχὴν, τὴν ἀκριβῆ τε καὶ εὔρυθμον τοῦ κηρύγματος χρείαν τοῖς τῆς ἑορτῆς συνθήμασιν ὑπ ηρετεῖν ἀναπείθωμεν. Νεομηνία γὰρ ἤδη φαίνεται, τουτέστιν, ὁ καινουργός τε καὶ νέος τῆς τοῦ Σωτῆ ρος ἡμῶν ἀναστάσεως ἀνίσχει καιρός. "Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις," κατὰ τὸ γεγραμμένον, "καὶ τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ πάντα γέγονε καινά." Οὐκ οῦν (ἰέναι γὰρ δὴ κατ' εὐθὺς τοῦ πρέποντος οἰήσομαι δεῖν), "Ἁγιάσατε νηστείαν," κατὰ τὴν τοῦ προφήτου φωνήν. Τὸ δὲ ἁγιάζειν ἐστὶ τὸ καθιεροῦν, καὶ ὥσπερ τι τῶν ἐν λόγῳ προσκομίζειν ἀναθημάτων τῷ τῶν ὅλων κρατοῦντι Θεῷ. Οἱ μὲν οὖν ἐμπειροπόλεμοι, καὶ ἐκμελετᾷν ἑτέρους εἰδότες τὰ τακτικὰ, καιροῦ καλοῦντος εἰς μάχην, ἐκπεριθέουσι μὲν τῶν σφε τέρων τὰς φάλαγγας· προσεκπέμπειν δὲ τὸ δεῖμα τῆς διανοίας προστάττουσι, καὶ ὅτι προσήκει γεν ναίους προ[σ]αναφαίνεσθαι τῆς εἰς πόνους ἐμβολῆς, διὰ μυρίων ὅσον αὐτοὺς ἀναπείθουσι λόγων. Ἐγὼ δὲ δεῖν οἰήσομαι πάλιν τοῖς οὐκ ἀμελέτητον ἔχουσι τὴν ἀρετὴν, ἀλλ' ἐν τοῖς ὅτι μάλιστα τετιμημένοις τὸ ἱδροῦν ὑπὲρ αὐτῆς εὖ μάλα πεποιημένοις, πρόκλη σιν ὥσπερ τινὰ τῆς ἔν γε τούτῳ σπουδῆς, τὸν δια θήγειν εἰδότα καταθέσθαι λόγον. "Καιρὸς γὰρ ἤδη ποιῆσαι τῷ Κυρίῳ," κατὰ τὸ γεγραμμένον. Ποιῆ σαι δὲ τί; τὸ κατανδρίζεσθαι παθῶν· τὸ ἐκνεκροῦν ἡδονὰς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ὁσίως τεθαυμα σμένων καταρυθμίζειν τὸν νοῦν, τῇ τῶν ἁγίων παν τευχίᾳ χρωμένους· ἐφ' ᾗ καὶ ὁ πανάριστος ἡμῖν κατ εσεμνύνετο Παῦλος· "Ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ· μή πως τοῖς ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι." Χρῆμα μὲν γὰρ δυσαχθές τε καὶ δύσοιστον ὁμολογουμένως, ὁ ἐπὶ ταῖς ἀσκήσεσι πόνος· πλουτεῖ δὲ καρποῖς τοῖς εἰς ἀρετήν τε καὶ εὐκοσμίαν, καὶ τῇ τοῦ χείρονος ὀλίγῃ ζημίᾳ, τὸ ἀσυγκρίτως ἄμεινον ὠφελεῖν. Καὶ τοῦτο σαφὲς κα ταστήσει λέγων ὁ μακάριος Παῦλος· "Εἰ γὰρ ὁ ἕξω 77.712 ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαι νοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ." Ἐπειδὴ γὰρ τῷ φρονή