οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ματι τοῦ πνεύματος τὸ μισαρὸν δὴ τοῦτο καὶ φιλ ήδονον ἀνταίρει σαρκίον, ἀῤῥωστοῦν ἐν ἑαυτῷ τῆς ἁμαρτίας τὸν νόμον, καὶ κατερεθίζον ἀεὶ πρὸς ἃ νενευκότας, τὴν ἐπὶ τοῖς ἀμείνοσι δόξαν ἀπεμπολᾷν ἀναγκαῖον· φέρε τῶν αἰσχιόνων προθέντες τὸ ὠφε λοῦν καὶ ψήφῳ θείᾳ τετιμημένον, νήψει τε καὶ ἐπιει κείᾳ, τὸ μὲν ἀτίθασσον τῆς σαρκὸς κατευνάζωμεν κίνημα, φίλην δὲ ὥσπερ ποιώμεθα τὴν ἐγκράτειαν· καὶ τὰς ὁμόρους αὐτῇ καὶ γείτονας ἀρετὰς, τὴν ἀν δρίαν φημὶ, τὴν δικαιοσύνην, τὴν φρόνησιν, ὥσπερ τινὰ στέφανον ἠρινοῖς καὶ εὐοσμοτάτοις ἄνθεσιν εἰς εἶδος τὸ ἐκπρεπὲς εὖ μάλα συνειλεγμένον, ταῖς ἑαυτῶν ἀνάψωμεν κεφαλαῖς· καὶ πάντα ῥύπον ἀπο νιψάμενοι, καθαροὶ καθαρῶς ὁμοῦ τῇ νηστείᾳ τὴν τοῖς ἁγίοις πρεπωδεστάτην θεραπείαν ἐπιτελέσωμεν. Τότε γὰρ, τότε, λαμπροῖς οἷάπερ ἐσθήμασι τοῖς ἐξ ἀρετῶν αὐχήμασι κατηγλαϊσμένοι, τῆς οὐρανίου συμμεθέξομεν ἑορτῆς· οὐ τὴν ἀπευκτὴν ἐκείνην ἀκούοντες φωνὴν, ἣν ἐπί τινι τῶν κεκλημένων εἴρη κεν ὁ Σωτήρ· "Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε, μὴ ἔχων ἔνδυμα γάμου;" Καιρῷ γὰρ ἁρμόζεσθαι, σο φόν. Γέγραπται δὲ, ὅτι "Καιρὸς παντὶ πράγματι, καὶ πάντα καλὰ ἐν καιρῷ αὐτῶν." Καὶ πρός γε τούτοις ἐκεῖνο πῶς οὐκ ἄξιον ἐννοεῖν; Ἆρα εἴ τις ἡμᾶς τῶν ἐν δόξῃ περιφανεστέρᾳ, καὶ ταῖς εἰς ἄγαν ὑπεροχαῖς ἐκτετιμημένων, ὡς αὐτὸν παρελθεῖν ἐκέ λευε ἑορτῆς αὐτῷ συμμεθέξοντας, ἣν ἂν ἕλοιτο τελεῖν ἐπί τισι τῶν γνωρίμων, οὐ λαμπροὶ καὶ εὐεί μονες ἀφίκοντο ἂν ἐπὶ τὴν ἑστίαν οἱ δαιτυμόνες; ∆ρῷεν γὰρ ἂν ὧδε τῆς τοῦ κεκληκότος φιλοτιμίας ἄξιον· Εἶτα πῶς τοῦτο ἀμφίλογον; Ὅτε τοίνυν τὸ μὴ ἐσκευᾶσαι λαμπρῶς τοῖς ἑορτάζουσιν οὐκ ἀζήμιον, πῶς οὐκ ἀπόχρη πρὸς ἔλεγχόν τε καὶ δίκην τοῖς τὴν θείαν ἀτιμάζουσι κλῆσιν, τὸ τῆς κατὰ νοῦν φαιδρό τητος ἀμοιρῆσαι δοκεῖν; Οἳ μονονουχὶ ῥυπῶντες ἔτι καὶ ὀδωδότες, καὶ ταῖς τῶν ἁγίων σπουδαῖς ἀσυμφυᾶ τε καὶ ἀσύμβατον ἐπιτηδεύοντες βίον, πῶς εἶεν αὐ τοῖς ἐναρίθμιοι; καίτοι λέγοντος ἀναφανδὸν τοῦ Χρι στοῦ περὶ τῆς κατὰ καιροὺς ἐσομένης οἰκονομίας· "Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βα σιλείᾳ τοῦ Πατρὸς αὐτῶν." Ἐῤῥέτω δὴ οὖν ἡ τῶν ἐν κόσμῳ πραγμάτων ἀνοσία κοιλίς· καὶ συνοιχέ σθω πορνεία, καὶ πλεονεξία, καὶ φθόνος, ψιθυρισμὸς καὶ καταλαλιὰ, καὶ ἀπάτη, καὶ δόλος. Συνθλᾶται γὰρ οὕτω τοῖς ἐκ φαυλότητος αἰτιάμασι καὶ ἡ παμ μόχθηρος δίκη, ταῖς τῶν φιλαμαρτημόνων ἐφεδρεύου σα κεφαλαῖς· ἀνατελεῖ δὲ ὥσπερ τὰ ἐφ' οἷς ἂν εἰ κότως ἐπισεμνύνοιτό τις· συνεσόμεθά τε τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ· καὶ μώμου παντὸς ἐλευθέ ραν ἔχοντες δόξαν, τὸ ταῖς τῶν ἁγίων ἀγέλαις συν αυλίζεσθαι δεῖν, ἀποκερδανοῦμεν εὐκόλως. βʹ. Οὐκοῦν ἁρμοστὴν ὥσπερ τινὰ, καὶ τῶν ἀρί στων εἰσηγητὴν, εἰσδεξώμεθα πάλιν Ἰωάννην λέγοντα 77.713 τὸν σοφόν· "Μὴ ἀγαπᾶτε τὸν κόσμον, μήτε τὰ ἐν τῷ κόσμῳ· ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ. Ὅτι πᾶν τὸ ἐν τῷ κό σμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου, ἣ οὐκ ἔστιν ἐκ τοῦ Πατρὸς, ἀλλ' ἐκ τοῦ κόσμου ἐστίν. Καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ. Ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ, μένει εἰς τοὺς αἰῶνας." Ὁρᾷς τοὺς ἁγίους σοφῇ καὶ ἀνεπιπλήκτῳ γνώμῃ συζῇν ἑλομένους, καὶ ὥσπερ εἴς τινα τῶν καθ' ἡμᾶς πραγμά των περιωπὴν ἀνδρωδῶς ἀναθρώσκοντας, καὶ τὸν τοῦ παρόντος βίου περισπασμὸν ἀναμετροῦντας ἀστείως, τίς τε καὶ πόσος καὶ ἐπὶ τίσιν ἂν γένοιτο μόλις χρήσιμος κατασημαίνοντας· "Πᾶν γὰρ, φησὶ, τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου." Ἢ γὰρ οὐ μέχρι τραπέζης καὶ ὑπογαστρίων ἡδονῶν παρά γε τοῖς ἀναπεπτωκόσιν εἰς ῥᾳθυμίας κοσμικὰς τὰ εἰς ἡδονάς τε καὶ τρυφὴν διικνεῖται μέτρα; Ὀψο φαγίαι τε γὰρ αἱ πολυειδεῖς, καὶ ἡδύσματα, καὶ κα ρυκειῶν ἐξίτηλοι τρόποι, καὶ τράπεζα Συβαριτικὴ, τὰ πάντων, οἶμαι, ἔστι παρ' αὐτοῖς τιμαλφέστατα. Ἀποπεραίνοιτο δ' ἂν, ὥς γέ μοι φαίνεται, καὶ "ἡ τῶν ὀμμάτων ἐπιθυμία" περί τε σωμάτων ὥρας καὶ ὕλης φαιδρότητα, καὶ ἐφ' οἷς τῆς ὀπτικῆς ἐνεργείας ἡ χρῆσις, εἰς τὸ ἡδύτερον εὔχαρι καταγοητεύεσθαι φιλεῖ.