Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
Φύσεως δὲ πλεονεκτήματα τοῖς ἔχουσίν ἐστιν ἰσχυρὰ, καὶ οὐχὶ τῷ πεποιηκότι Θεῷ. Ὥσπερ οὖν καὶ τὸ πῦρ καυστικὸν μέν ἐστιν, ἀλλ' οὐ τῷ Θεῷ· οὕτω καὶ ἄγγελος ἀθάνατος μὲν, ἀλλ' οὐ τῷ Θεῷ. Μόνος γὰρ αὐτὸς κυρίως ἀθάνατος, φυσικῶς ἔχων, οὐκ ἀπὸ χάριτος, τὴν ἀσφάλειαν, ὥσπερ τὰ γενητά. ΑΛΛΟ, μετὰ ἀποδείξεως, ὅτι ἄγγελοι μὲν δοῦλοι, ∆εσπότης δὲ ὁ Υἱός. Εἰ οὐδεὶς δύναται ἀφεῖναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεὸς, ἀφίησι δὲ ὁ Υἱὸς, Θεὸς ἄρα, καὶ οὐ τοῖς ποιήμασιν ἐναρίθμιος. Ἄγγελοι μὲν γὰρ προσεύχονται 75.348 λέγοντες· Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα; Ὁ δὲ Υἱὸς ἐξουσιαστικῶς· Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι. Οὐχ ὁμογενὲς οὖν ἄρα τῷ δεσπότῃ τὸ δοῦλον, οὔτε τῷ χαριζομένῳ τὸ αἰτοῦν ἵνα λάβῃ. ΑΛΛΟ τούτῳ ὅμοιον, ὅτι οὐκ ἐν τοῖς δούλοις ὁ Υἱός. Ἀποστέλλει τοὺς προφήτας ὁ Θεὸς ἀπαιτῆσαι τοῦ ἀμπελῶνος τοὺς καρποὺς, οἳ πρὸς τῷ μηδὲ δύνασθαι λαβεῖν, καὶ ἀπέθανον. Ὁ Σωτὴρ ὡς ∆εσπότης καὶ τὰς ὀφειλὰς ἀφίησι, καὶ εἰς ἑτέρους γεωργοὺς μετατίθησι τὸν ἀμπελῶνα ὡς δεσπότης καὶ Κύριος· φαίνονται δὲ καὶ τῇ τοῦ νόμου διακονίᾳ ὑπηρετήσαντες ἄγγελοι, καὶ ποιήσαντες οὐδὲν ὧν ἐποίησεν ὁ Υἱός. Οὐκοῦν οὐχ ὁμογενὴς ἀγγέλοις ἐστὶν, ἀλλὰ ∆εσπότης καὶ Κύριος. ΑΛΛΟ, διηγηματικῶς ὅτι τὸ Κρείττων γενόμε νος τῶν ἀγγέλων, οὐκ οὐσιῶν εἰσφέρει σύγ κρισιν, ἀλλὰ μᾶλλον διακονιῶν. Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ἐπὶ τοῦ Υἱοῦ φησιν ὁ Παῦλος, οὐ τῇ φύσει τῶν ἀγγέλων τὴν τοῦ Θεοῦ Λόγου συγκρίνεσθαι θέλων, οὐδὲ τῶν ἀνομοίων οὐσιῶν ἐξίσου ποιούμενος τὴν ἐξέτασιν (ἀσύγκριτον γὰρ πρᾶγμα θεότητος καὶ ἀπαράβλητον), ἀλλὰ τὴν ἐπὶ ταῖς διακονίαις εἰσφέρων διαφορὰν, ἵν' ἀφ' ὧν ἕκαστος ἐπιστεύθη καὶ ᾠκονόμησεν, ἐκ τούτων ὅστις εἴη γινώσκηται. Ὅτι δὲ τὸ κρείττων ὡς πρὸς τὴν τῶν ἀγγέλων διακονίαν ἔχει τὴν σύγκρισιν, γένοιτ' ἂν ἐνθένδε καταφανές· Σκοπὸς ἦν τῷ Παύλῳ κρείττονα τῶν νομικῶν ἐνταλμάτων ἐπιδεῖξαι τὰ διὰ Χριστοῦ κηρυττόμενα. Πόθεν οὖν ποιεῖται τὰς ἀποδείξεις; Ἐπὶ τοὺς διακονοῦντας χωρεῖ, καὶ ταῖς τούτων διαφοραῖς ἀναλόγως ὁρίζει τὰ ὑπ' αὐτῶν διακονούμενα. Ἄγγελοι μὲν οὖν διακονοῦσι τὸν νόμον, καὶ λαλεῖται δι' αὐτῶν· ὁ δὲ Υἱὸς, τὴν διὰ τῶν Εὐαγγελίων κηρύττει γνῶσιν. Ἀλλὰ κρείττων, φησὶν, ὁ Υἱὸς τῶν ἀγγέλων· καθὸ τῶν ἀμεινόνων κατέστη διάκονος, κατὰ τοῦτο κρείττων. ∆ιακονεῖται δὲ τὰ μεγάλα διὰ μεγάλων, καὶ τὰ μικρὰ διὰ τῶν μικρῶν. Μέγας δὲ ὁ Υἱὸς, καθὸ ἀπαύγασμα καὶ χαρακτὴρ, καθὸ ἀκούει· Κάθου ἐκ δεξιῶν μου· καθὸ πρωτότοκος καὶ ὑπ' αὐτῶν ἀγγέλων προσκυνούμενος. Οἱ δὲ ἄγγελοι, τούτων οὐδὲν, ἀλλ' οἱ μὲν ὡς λειτουργοὶ παρεστήκασιν, ὡς δοῦλοι προσκυνοῦσιν, ὡς ὑπηρέται τρέχουσι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Κρείττων ἄρα τοῦ Σωτῆρος ἡ διακονία τῆς δι' ἀγγέλων, ὅσῳπερ ὁ μὲν ἐν τούτοις, οἱ δὲ ἐν ἐκείνοις. ∆ιὰ ταύτην τοιγαροῦν τὴν αἰτίαν ὁ Παῦλος τὰς διακονίας συγκρῖναι θελήσας, λέγει· Κρείττων γενόμενος τῶν ἀγγέλων. Ὅτε δὲ ἐπὶ τὴν τῶν οὐσιῶν ἔρχεται σύγκρισιν, λέγει· Ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Οὐκέτι, κρεῖττον, ἀλλὰ, διαφορώτερον, ὃ δὴ καὶ πολλὴν εἰσφέρει τὴν ἐξαλλαγήν. 75.349 Παράθεσις ῥητῶν, περὶ ἀνθρωπότητος Χριστοῦ, καὶ λύσις ἐφεξῆς εἰς τὸ, Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων. Ὅτι τὸ κρείττων ἐνθάδε τιθέμενον, τῶν διακονικῶν εἰσφέρει τὴν σύγκρισιν, γνωσόμεθα, Παύλου λέγοντος· Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος, ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τοιαύτης ἀμελήσαντες σωτηρίας, ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη; Καὶ πάλιν· Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει. Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας; Καίτοι εἰ διὰ τὸ κρείττονα λέγεσθαι τῶν ἀγγέλων αὐτὸν, εἶναι δεῖ πάντως αὐτοῖς καὶ ὁμοφυῆ (αἱ γὰρ συγκρίσεις ἐπὶ τῶν ἀλλήλοις προσεοικότων φιλοῦσι γίνεσθαι), τί μᾶλλον ἔδει