οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἀλαζονεία δὲ καὶ φιλοδοξία πῶς ἂν φράσαιμι λοιπὸν εἰς ὅσον προήκουσι φαυλότητος μέτρον; Τὸν γάρ τι λίαν ὑπερτενῆ, καὶ ὑπέροφρυν ἐν τοῖς ὅτι μάλιστα πολεμιωτάτοις ποιεῖται Θεός. "Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται," κατὰ τὸ γεγραμμένον. Ταῦτ' ἰδιωσάμενοι, καὶ ὀλίγου παντελῶς ἀξιώσαντες λόγου, καὶ τὴν ἐπὶ τοῖς ἀμείνοσι δόξαν ὁσίᾳ ψήφῳ τιμήσαντες, ζήσωμεν εὐαγγελικῶς, τὸ οἱονεὶ καὶ ἐκ τεθνάναι τῷ κόσμῳ δοκεῖν, διά γε τοῦ μὴ βιοῦν ἀν έχεσθαι κοσμικῶς ἀστείως ἐπιτηδεύοντας. Τοιοῦτόν τι καὶ Παῦλος ὑπεμφαίνει λέγων· "Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω· Χριστῷ δὲ συνεσταύρωμαι. Ζῶ δὲ οὐκ ἔτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός." Μεμνημένος δὲ, οἶμαι, λέγοντος αὐτοῦ· "∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε," τὰ ἴσα φρονεῖν καὶ ἡμᾶς αὐτοὺς ἀναπείθει, λέγων· "Ἢ ἀγνοεῖτε ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον τοῦ Κυρίου ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν." Οὐκοῦν, ἐρῶ δή τι τῶν ἀναγκαίων εἰς ὄνησιν, καὶ ταῖς τῶν ἁγίων φωναῖς ἀποκεχρήσομαι πάλιν· "Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; ∆είξατος ἐκ τῆς κα λῆς ἀναστροφῆς, ἐν πραότητι σοφίας τὰ ἔργα αὐ τοῦ." Ἀναστροφὴν δὲ τὴν ἀξιάγαστον, οὐχ ἑτέραν ἔσεσθαι πρὸς ἡμῶν ὑπονοεῖν ἄξιον, ἢ δι' ἧς ἂν ὀρ θοῦσθαι συμβαίνοι, καὶ τὸ ὡς ἄριστα βιοῦν ἑλέσθαι τινὰς, καὶ τὸ ἐν πίστει γνήσιον. Τὸ γάρ τοι δοκεῖν 77.716 προσήκασθαι μὲν τὴν πίστιν, ἐφ' ἕτερα δὲ βλέπειν, καὶ τὸ ἐρηρεῖσθαι δὲ μισεῖν, δοίην ἂν ἔγωγε παντὸς εἰς λῆξιν ἰέναι κακοῦ. Τοῖς γε μὴν ὧδε παραφθαρεῖσι τὸν νοῦν, ταυτί τε φρονεῖν καὶ δρᾷν ᾑρημένοις, καὶ θεῖος εὐθὺς ἐπαρᾶται λόγος· "Οὐαὶ γὰρ, φησὶ, καρδίαις δειλαῖς, καὶ χερσὶ παρειμέναις, καὶ ἁμαρ τωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους." Ψυχροῦ γὰρ ὡς ἀληθῶς ἀῤῥώστημα νοῦ, καὶ φρενὸς ἐκλύτου καὶ παρειμένης ἐπίκλημα καὶ γραφὴ, τὸ εὔκολον εἰς παραφορὰν, καὶ τὸ ἀγαπᾷν ἑτοίμως, μισεῖν ἑλομέ νους. Ἆρα γὰρ εἴ τις ἔροιτό τινα, καὶ τῶν μετρίων εἰς νῆψιν, ἵνα μὴ λέγοιμι τῶν ἄγαν ἀσθενεστάτων, Πότερον, λέγων, ὦ τὰν, ἐν αἱρέσει κειμένων, τοῦτο [λ. τοῦ τε] ὑγιαίνειν καὶ νοσεῖν, καὶ παρὸν εὐκόλως εἰσοικίσασθαι τὸ δοκοῦν, ἀῤῥωστεῖν ἂν ἕλοιο, μεθεὶς τὸ ἕτερον, ἢ τοῖς ἐναργῶς ἀμείνοσιν ἐπιδραμὼν, καὶ γέλω τος ἀξίαν ἡγήσῃ τὴν πεῦσιν; ἆρ' οὖν εἰς τοῦτο φρε νοβλαβείας κατώλισθεν ἄνθρωπος, ὡς μὴ διαῤῥήδην ἀνακραγεῖν, ὡς ἥκιστα μὲν εὐρωστοίη τὸ σῶμα· τό γε μὴν θατέρῳ προσομιλεῖν, ἥκιστα ἂν ἕλοιτό ποτε; Καὶ μὴν οὐκ ἔσθ' ὅπως οὐκ εὖ βεβουλεῦσθαι τὸν τοιοῦτον φήσομεν. Τὰ γὰρ ὡς εἶεν ὀρθὰ, κἂν εἰ μή τις ἕλοιτο συνειπεῖν, οἴκοθέν τε καὶ ἐναργῆ πλου τοῦντα τὴν δόξαν, κακύνειν οὐκ ἀσφαλές. Εἰ δὴ τῶν ἀρίστων εἶναι λογιούμεθα, καὶ τῇ τῶν εὐκταιοτάτων ἐγγράψομεν μοίρᾳ τὴν τοῦ σώματος εὐρωστίαν, πῶς οὐκ ἀσύνετον κομιδῇ μὴ τὴν αὐτὴν ἡμᾶς ἔχοντας γνῶσιν ὁρᾶσθαι περὶ ψυχῆς, μᾶλλον δὲ καὶ σπου δῆς ἀξιοῦν τῆς προὐργιαιτέρας αὐτήν; Ὅσω γὰρ ἀμείνους σωμάτων ψυχαὶ, τοσούτῳ δεήσει φειδοῦς, οἶμαι, τῆς τελεωτέρας ἀπονέμειν αὐταῖς. Οὐκοῦν, ἀλοιφαὶ μὲν, καὶ τὰ ἐδώδιμα, καὶ τῆς ἔτι λοιπῆς θεραπείας ἡ διαρκὴς καὶ τοῦ περιττοῦ κατόπιν ἰοῦσα χρῆσις, τῶν ἀνθρωπίνων σωμάτων ἐξιστᾶσι τὸ νοσεῖν. Τὸ δὲ εἰς ἔφεσιν μὲν ἀρετῆς ἀνακομίζειν τὸν νοῦν, φθορὰν δὲ ἡγεῖσθαι τὴν βέβηλον ἁμαρτίαν, καὶ πρὸς τούτοις ἔτι τῆς πρὸς Θεὸν ἀγάπης ἀπρὶξ ἡττῆσθαι φιλεῖν, καὶ ὁλοκλήρῳ πίστει τιμᾷν τὸν τῶν ὅλων ∆ημιουργὸν, φαίην ἂν ἔγωγε ψυχῆς εὐρωστίαν, καὶ νοῦ βλέποντος εἰς τὸ εὐσθενὲς ἀσύγκριτον νῆψιν. Χρῆναι γὰρ οὕτω φρονεῖν τοῖς ἀρχαιοτέροις, καὶ αὐτὸς ὁ θεῖος ἡμῖν κατεχρησμῴδησε νόμος. Ἐντολὴ γὰρ πρώτη καὶ ἀξιάγαστος ἥδε· "Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου." Τοῦτο εἶναί φημι τὸ ὁλοκλήρῳ τῇ πίστει τιμᾷν ἑλέ σθαι τὸν Ποιητήν. Σκέψασθε γὰρ τὸ χρῆμα ὡδί· τοὺς τοῖς ἐπὶ γῆς κρατοῦσι παρεστηκότας, καὶ ἐν δορυ φόρων τάξει κατειλεγμένους, πότερα τὰ αὐτοῖς δο κοῦντα φρονεῖν ἄξιον,