1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

111

πτωχῶν ἕνεκεν ἀναφέρῃ σου τῇ ἀγαθῇ προαιρέσει καταξίωσον ὡς ἀλη θεύοντι πείθεσθαι καὶ τὴν δυνατὴν ἐπικουρίαν παρέχεσθαι τοῖς καταπονουμένοις. Καταξιώσεις δὲ δηλονότι καὶ πτω χοτροφίαν τῆς συμμορίας τῆς ὑπ' αὐτὸν ἐπισκέψασθαι καὶ πάντη ἀνεῖναι τῆς συντελείας. Τοῦτο γὰρ ἤδη καὶ τῷ ἑταίρῳ σου συνήρεσε τὴν μικρὰν κτῆσιν τῶν πενήτων ἀλει τούργητον καταστῆσαι.

143.τ ΕΤΕΡΩ ΝΟΥΜΕΡΑΡΙΩ

143.1 Εἰ μὲν αὐτῷ μοι δυνατὸν ἦν συμπαρεῖναι τῇ τιμιότητί σου, δι' ἐμαυτοῦ

ἂν πάντως ἀνήνεγκα περὶ ὧν ἐβουλόμην καὶ προέστην τῶν καταπονουμένων. Ἐπεὶ δέ με ἀρρωστία σώματος καὶ ἀσχολίαι πραγμάτων ἀφέλκουσιν, ἀντ' ἐμαυ τοῦ σοι τὸν ἀδελφὸν τόνδε τὸν χωρεπίσκοπον συνίστημι, ὥστε σε αὐτῷ γνησίως προσσχόντα χρήσασθαι συμβούλῳ ὡς φιλαλήθως καὶ ἐμφρόνως δυναμένῳ συμβουλεῦσαι περὶ τῶν πραγμάτων. Τὸ γὰρ πτωχοτροφεῖον τὸ παρ' αὐτοῦ οἰκονομούμενον ἐπειδὰν καταξιώσῃς θεάσασθαι (ὄψει γάρ, εὖ οἶδα, καὶ οὐ παραδραμῇ, ἐπειδὴ οὐδὲ ἄπειρος εἶ τοῦ ἔργου, ἀλλ', ὡς ὁ δεῖνά μοι ἀνήνεγκεν, ἓν τῶν ἐν τῇ Ἀμασείᾳ ἐξ ὧν ἔδωκέ σοι ὁ Κύριος διατρέφεις), ἐπειδὰν οὖν ἴδῃς καὶ τοῦτο, πάντα αὐτῷ παρέξῃ τὰ ἐπιζητούμενα. Ἤδη γάρ μοι καὶ ὁ ἑταῖρός σου κατεπηγγείλατο φιλανθρω πίαν τινὰ περὶ τὰ πτωχοτροφεῖα. Τοῦτο δὲ λέγω οὐχ ἵνα ἄλλον αὐτὸς μιμήσῃ (σὲ γὰρ εἰκὸς ἑτέροις εἶναι τῶν καλῶν ἡγεμόνα), ἀλλ' ἵνα γνῷς ὅτι δὴ περὶ αὐτῶν τούτων καὶ ἄλλοι ἡμᾶς ἐδυσώπησαν.

144.τ ΤΡΑΚΤΕΥΤΗ ΤΩΝ ΕΠΑΡΧΩΝ

144.1 Γνωρίζεις πάντως τόνδε ἐκ τῆς κατὰ τὴν πόλιν συν τυχίας, ὅμως δέ σοι

αὐτὸν καὶ διὰ τῆς ἐπιστολῆς προσά γομεν συνιστῶντες ὅτι εἰς πολλά σοι τῶν σπουδαζομένων χρήσιμος ἔσται διὰ τὸ καὶ συνετῶς καὶ εὐλαβῶς δύνασθαι ὑποτίθεσθαι τὰ πρακτέα. Ἃ δὲ ἐμοὶ εἰς τὸ οὖς διελέχθης ταῦτα νῦν ἐστι καιρὸς ἐπιδείξασθαι, ἐπειδάν σοι ὁ προει ρημένος ἀδελφὸς τὰ τῶν πτωχῶν ὑποδείξῃ.

145.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ

145.1 Οἶδα τοὺς μυρίους κόπους σου, οὓς ἀνέτλης ὑπὲρ τῶν Ἐκκλησιῶν τοῦ

Θεοῦ, καὶ τῶν ἀσχολιῶν τὸ πλῆθος οὐκ ἀγνοῶ, ἃς ἔχεις· τὴν οἰκονομίαν οὐ παρέργως, ἀλλὰ κατὰ τὸ θέλημα τοῦ Κυρίου διατιθέμενος, καὶ τὸν ἐκ γειτόνων ὑμῖν ἐπικαθήμενον ᾧ ἀνάγκη ἡμᾶς, ὥσπερ ὄρνιθας ὑπο πτήσσοντας, μὴ πόρρω τῆς σκέπης ἕκαστον ἀποτρέχειν. Τούτων με οὐδὲν λέληθεν. Ἀλλ' ὁ πόθος πρᾶγμα βίαιον καὶ ἐλπίσαι τὰ μὴ ἐνδεχόμενα καὶ ἐγχειρῆσαι τοῖς ἀδυ νάτοις, μᾶλλον δὲ ἡ ἐπὶ Κύριον ἐλπὶς ἰσχυρότατον πάν των. Οὐ γὰρ ἀλόγῳ ἐπιθυμίᾳ, ἀλλ' ἰσχύϊ πίστεως προσ δοκῶ καὶ πόρον ἐν ἀμηχάνοις φανήσεσθαι καὶ πάντων ῥᾳδίως σε τῶν κωλυμάτων περιγενέσθαι πρὸς τὸ ἰδεῖν σε τὴν φιλτάτην τῶν Ἐκκλησιῶν καὶ μέντοι καὶ ὀφθῆναι παρ' αὐτῆς· ὃ πάντων αὐτῇ τῶν ἀγαθῶν προτιμότατον, τῷ σῷ προσβλέψαι προσώπῳ καὶ τῆς σῆς ἀκοῦσαι φωνῆς. Μὴ τοίνυν αὐτῇ τὰς ἐλπίδας ἀτελεῖς καταστήσῃς. Καὶ γὰρ πέρυσιν ἀπὸ τῆς Συρίας ἐπανελθών, ἣν ἐδεξάμην ἐπαγγελίαν ταύτην διακομίσας, πῶς οἴει μετέωρον αὐτὴν κατέστησα ταῖς ἐλπίσι; Μὴ οὖν εἰς ἄλλον καιρὸν ὑπέρθῃ τὴν ἐπίσκεψιν αὐτῆς, ὦ θαυμάσιε. Ἐὰν ᾖ δυνατὸν ἰδεῖν αὐτήν ποτε, ἀλλ' οὐχὶ καὶ μεθ' ἡμῶν οὓς ἐπείγει ἡ νόσος ἀπᾶραι λοιπὸν τοῦ ὀδυνηροῦ τούτου βίου.