112
146.τ ΑΝΤΙΟΧΩ
146.1 Οὐκ ἔχω μέμψασθαί σοι ἀργίαν οὐδὲ ῥᾳθυμίαν, ὅτι καιροῦ παραπεσόντος γραμμάτων ἀπεσιώπησας. Ἣν γὰρ διὰ τῆς τιμίας ἐμοὶ χειρὸς διεπέμψω προσηγορίαν πολλῶν ἐπιστολῶν τιμιωτέραν ποιοῦμαι. Ἀντὶ οὖν ταύτης προσα γορεύω σε καὶ παρακαλῶ σπουδαίως ἀντέχεσθαι τῆς κατὰ ψυχὴν σωτηρίας, πάντα τὰ πάθη τῆς σαρκὸς παιδαγω γοῦντα τῷ λόγῳ καὶ διηνεκῶς τὴν περὶ Θεοῦ ἔννοιαν, οἷον ἐν ναῷ τινι ἁγιωτάτῳ, τῇ σαυτοῦ ψυχῇ ἐνιδρυμένην ἔχοντα· ἐπὶ πάσης δὲ πράξεως καὶ παντὸς λόγου πρὸ ὀφθαλμῶν λαμβάνειν τὸ τοῦ Χριστοῦ δικαστήριον, ὥστε σοι τὰς κατὰ μέρος ἐνεργείας συναχθείσας, ἐπὶ τῆς ἀκριβοῦς ἐκείνης καὶ φοβερᾶς ἐξετάσεως δόξαν, ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως ἐνεγκεῖν ἐπὶ πάσης τῆς κτίσεως τῶν ἐπαίνων ἀξιουμένῳ. Εἰ δὲ καταδέχοιτο τὴν μέχρις ἡμῶν ὁδὸν ὁ μέγας, οὐ μικρὸν κέρδος ἰδεῖν σε μετ' αὐτοῦ ἐπὶ τῆς ἡμετέρας.
147.τ ΑΒΟΥΡΓΙΩ
147.1 Μῦθον ἐνόμιζον τέως τὰ τοῦ Ὁμήρου, ὅτε ἐπῄειν αὐτοῦ τὸ ἕτερον
μέρος τῆς ποιήσεως, ἐν ᾧ τὰ Ὀδυσσέως πάθη μεταδιδάσκει. Ἀλλ' ἐκεῖνα τὰ μυθικὰ τέως καὶ ἄπιστα πάνυ ἡμᾶς πιθανὰ νομίζειν ἐδίδαξεν ἡ περὶ τὸν πάντα ἄριστον Μάξιμον περιπέτεια. Καὶ γὰρ καὶ οὗτος ἄρχων ἐγένετο ἔθνους οὐ φαυλοτάτου, ὥσπερ ἐκεῖνος ὁ στρατηγὸς τῶν Κεφαλλήνων. Καὶ πολλὰ χρήματα ἄγων ἐκεῖνος γυμνὸς ἐπανῆλθε, καὶ τοῦτον οὕτως ἡ συμφορὰ διέθηκεν ὡς κινδυνεῦσαι ἐν ἀλλοτρίοις ῥάκεσιν ὀφθῆναι τοῖς οἰκείοις. Καὶ ταῦτα πέπονθε Λαιστρυγόνας τάχα που ἐφ' ἑαυτὸν παροξύνας καὶ Σκύλλῃ περιπεσὼν ἐν γυναικείᾳ μορφῇ κυνείαν ἐχούσῃ ἀπανθρωπίαν καὶ ἀγριότητα. Ἐπεὶ οὖν μόλις αὐτῷ ὑπῆρξε τὸν ἄφυκτον τοῦτον διανήξασθαι κλύδωνα, σὲ δι' ἡμῶν ἱκετεύει ἀξιῶν αἰδεσθῆναι τὴν κοινὴν φύσιν καὶ ἐπὶ ταῖς παρ' ἀξίαν αὐτοῦ συμφοραῖς ἀλγή σαντα μὴ σιωπῇ κρύψαι τὰ κατ' αὐτόν, ἀλλὰ διαγγεῖλαι τοῖς ἐν δυνάμει, ὥστε μάλιστα μὲν καὶ γενέσθαι τινὰ αὐτῷ βοήθειαν πρὸς τὴν σκευωρηθεῖσαν ἐπήρειαν, εἰ δὲ μή, δημοσιευθῆναι γοῦν τὴν προαίρεσιν τοῦ εἰς αὐτὸν ἐμπαρ οινήσαντος. Ἀρκοῦσα γὰρ τῷ ἠδικημένῳ παραμυθία ἡ τῶν ἐπιβουλευσάντων αὐτῷ τῆς πονηρίας φανέρωσις.
148.τ ΤΡΑΙΑΝΩ
148.1 Πολλὴν φέρει τοῖς καταπονουμένοις παραμυθίαν καὶ τὸ ἔχειν
ἀποδύρασθαι τὰς ἑαυτῶν συμφοράς, καὶ μάλιστα ὅταν ἀνδρῶν ἐπιτύχωσι δυναμένων ἐκ τῆς τοῦ τρόπου καλοκἀγαθίας συμπαθῆσαι τοῖς ἀλγεινοῖς. Ὅθεν καὶ ὁ αἰδεσιμώτατος ἀδελφὸς Μάξιμος, ὁ τῆς πατρίδος ἡμῶν ἡγησάμενος, παθὼν οἷα οὐδέπω τις ἀνθρώπων ἕτερος καὶ πάντων μὲν γυμνωθεὶς τῶν προσόντων ὅσα τε ἦν αὐτῷ πατρῷα καὶ ὅσα ἐκ προτέρων πόνων συνειλεγμένα, κακο παθήσας δὲ τῷ σώματι μυρία ταῖς ἄνω καὶ κάτω πλάναις καὶ οὐδὲ αὐτὴν τὴν ἐπιτιμίαν ἀνεπηρέαστον διασώσας, ἧς ἕνεκα πάντα πονεῖν τοῖς ἐλευθέροις σύνηθες, πολλὰ μὲν πρὸς ἡμᾶς περὶ τῶν συμβάντων αὐτῷ ὠλοφύρατο, ἠξίωσε δὲ δι' ἡμῶν ὡς ἐν κεφαλαίῳ φανερὰν γενέσθαι σοι τὴν περιστᾶσαν αὐτὸν τῶν κακῶν Ἰλιάδα. Κἀγώ, ἐπειδὴ ἄλλως οὐδὲν ἀφελεῖν αὐτοῦ τῶν δεινῶν ἠδυνήθην, ἑτοίμως ταύ την ἔδωκα τὴν χάριν, τὸ ὀλίγα ἐκ πολλῶν ὧν ἤκουσα παρ' αὐτοῦ διαγγεῖλαι τῇ κοσμιότητί σου, ἐπειδὴ αὐτός μοι ἐρυθριᾶν ἐδόκει τὰς ἑαυτοῦ συμφορὰς ἐναργῶς διηγή σασθαι. Εἰ γὰρ καὶ πονηρὸν τὰ γεγονότα συνίστησι τὸν ἠδικηκότα, ἀλλ' οὖν γε τὸν πεπονθότα