οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου, καὶ ψυχὰς περιεποιοῦντο καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριθῶν καὶ κλάσματος ἄρτου, ἀποκτεῖναι ψυχὰς, ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ περιεποιοῦντο ψυχὰς, ἃς οὐκ ἔδει ζῇν· ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματα." Ἔχει γὰρ ὧδε τὸ ἀληθές. Οὐ γάρ τοι θεοκλυτοῦντές ποθεν, διαπορθμεύουσιν εἰς ἑτέρους νόμῳ τῆς καθ' ἡμᾶς προφητείας τὰ ὑπὲρ νοῦν· συνθέντες δὲ λόγους αὐτοὶ τοὺς ἐοικότας ἑκά στῳ τῶν φιλοπευστεῖν εἰωθότων, τῶν τῆς ἀπάτης ἐργαστηρίων ἐκπέμπουσι. Φάσκοντες δὲ εἶναι δεινοὶ καὶ σοφοὶ, καὶ προελθεῖν εἰς τοῦτο τέχνης τε καὶ ἀκριβείας, καὶ ὑποτοπήσαντες, ὡς ἀμογητί τε καὶ ἀπλανῶς τὰ ἑτέρων δύνασθαι συνιέναι πράγματα, περὶ τὰ σφῶν αὐτῶν διημαρτηκότες, τοσοῦτον ἁλοῖεν ἂν, ὡς ἐπταικότας εἰπεῖν, μὴ ἂν ἐλπίσαι παθεῖν τῶν συμβεβηκότων τὴν πεῖραν. Καίτοι μετὸν εὐκόλως τῷ προειδότι φυλάξασθαι, καὶ παρὸν διαφυγεῖν τὸ ὥς τε καὶ ἥξει προεγνωσμένον, τί μὴ ἑτέρων αὐτοὶ προεκ τρέχουσι τῶν δεινῶν, καίτοι τῆς τέχνης ἐν καλῷ γε νέσθαι πεπιστευκότες; Εἰκαίως οὖν ἄρα φενακισμὸς τὰ ἐκείνων εὑρήματα, δι' αὐτῶν ἡμῖν ἐξελέγχεται τῶν πραγμάτων. Ἀλλ' ἐκβέβηκε, φασὶ, τῶν εἰρημέ νων τινὰ πρὸς ἀλήθειαν. Καὶ μὴν, ὦ βέλτιστοι, τοῦτο ἐστιν ἡ γραφή· καὶ τὰ ἐφ' οἷς ἂν ὑμᾶς εὐθύ νεσθαι πρέποι. Εἶτα φεύγων τις, εἰπέ μοι, καὶ διω κόμενος, ἀπολογίαν ποιήσεται τὰ ἐγκλήματα; Οὐ γὰρ ὅτι πρὸς ἀλήθειαν ἐκβέβηκε τῶν εἰρημένων τινὰ ληροῦμεν ἡμεῖς, ἐκεῖ καταχέοντες τῶν οὐκ αἰσχρῶν τὴν κατάῤῥησιν. Τὸ δ' ὅτι μὴ πάντα πρὸς ἀλήθειαν βλέπει, τῆς ἐνούσης ὑμῖν βδελυρίας ἔλεγχος ἂν γέ νοιτο σαφὴς, καὶ πρός γε τούτοις διαδείξειεν ἂν ἁμαρ τοεπὲς ἔτι τὸ ἐπιτήδευμα, καὶ ληρίας ἔμπλεως ἡ τέχνη, καὶ γέλως ἤδη τὸ μάθημα, καίτοι τὰ θεόθεν οὐκ ἂν διαψεύσαιτο Ἃ γὰρ οἶδεν ἐσόμενα, πάντη 77.721 τε καὶ πάντως ὁ θεῖος καὶ ἀκήρατος νοῦς, ταῦτά τε λαλεῖν εἰ προέλοιτό τισιν, εἴτε ἐκεῖνοι πρὸς ἑτέρους, οὐ ψευδοεπές ἐστι διήγημα. Τὰ δέ γε τῶν ἀνθρωπί νων ἐννοιῶν εὑρήματα, στοχασμοῦ φορέσει μᾶλλον ἢ τῆς ἀληθείας τὴν δόξαν. ∆οκεῖ δέ μοι τῶν τοιούτων ἕκαστος ἀνθρώπῳ προσεοικέναι τοῦ βλέπειν ὑπό του παρειμένῳ τῶν παθῶν, καὶ τὴν τοῦ σώματος ὄψιν ἐξεῤῥυηκότι, ὃς ἠρεμεῖν ἄμεινον καὶ τῇ τοῦ πάθους ἀνάγκῃ παραχωρεῖν, εἶτα δύνασθαι τοξεύειν οἴοιτο, καὶ μάλα σεμνῶς. Ἆρ' οὐχὶ μανία τοῦτο, καὶ γραφή τις ὥσπερ ὕβρεως εἰς τὴν τέχνην; ἂν δ' ἂν συμβαίνοι παθεῖν αὐτὸν, καταθρῆσαι ῥᾷον. Συχνὰ γὰρ ἱέντι βέλη, διοιχήσεται, καὶ ἀφαμαρτήσει μὲν εἰκότως τὰ πλεῖστα σκοποῦ. Τὸ δὲ ἀπεῖργον οὐδὲν ἔμπου καὶ μόλις ἰέναι τὴν ἐπ' εὐθύ. Σεμνυνεῖται δὴ οὖν ἐφ' ἑνὶ, καὶ τὸν ἐπὶ τοῖς ἑτέροις διακρούσε ται γέλωτα. Ἀλλ' ὅ γε τὴν ὄψιν ὑγιὴς, οὐκ ἐφ' ἑνὶ τῷ δραμόντι τὴν ὀφρὺν ἀνασπάσει, καὶ φρονήσει μέγα, πολλοῦ γε καὶ δεῖ. Αἰσχύνοιτο δ' ἂν μᾶλλον ἐπὶ ταῖς τῶν ἄλλων παρατροπαῖς, εἰ τὸ ἐπαινεῖσθαι δεῖν ἐποιεῖτο πρὸς ἡμῶν, μὴ διαπιπτούσῃ πρὸς τὸ ἀκαλλὲς τῇ τέχνῃ. Ἢ τοίνυν ὁμολογείτωσαν ὡς ἐκ τυφλῆς διανοίας ποιοῦντες τοὺς λόγους, καὶ τὸν ἐπ' ἐκείνῳ κρότον αἰτούντων· ὃς ἐπεί τοι τὴν ὄψιν ἔμ πειρος ἦν, οὐ μακρὸν ὀφλήσει τῆς δι' ἁμαρτίας τὸν γέλωτα· καταληϊσθείη δ' ἂν οὐκ ἐκ τέχνης, ἀλλ' ἐκ τοῦ παρατυχόντος τὸ ἐφ' ἑνὸς ἐπίταγμα τυχόν. Ἢ εἴπερ ἐροῦσι βλέπειν, καὶ εἰδέναι σαφῶς διαβε βαιώσονται τ' ἀληθὲς, ἀπροφάσιστον παντελῶς εὑρή σουσι τὴν ἀπότευξιν, καὶ ψυχρὸν ἀπόβρασμα νοῦ τῆς μαντείας τὸν τρόπον. Ἅγιοι προφῆται γεγόνασι παρ' ἡμῖν, οὐκ ἀστέρων κίνησιν καταμετρεῖν εἰωθότες, οὐ τὴν τῶν στοιχείων πολυπραγμονοῦντες χρείαν, καὶ εἰς ἃ μὴ προσῆκεν ἐκβιαζόμενοι τῶν ἀνθρώπων τὴν φύσιν, οὐ φενακισμοῖς ἑώλοις ἐπιθαρσήσαντες· ἐξ ἀποκαλύψεως δὲ θείου Πνεύματος προαναθροῦντες τὰ μέλλοντα, καὶ ἐκ μακρῶν ἄνωθεν ἡμῖν διηγορευ κότες καιρῶν. ∆ιημάρτηκε δὲ τῶν εἰρημένων οὐδέν· ἀλλ' ἕρπει κατὰ καιροὺς τῶν πραγμάτων ἡ φύσις ἐπὶ τὸ λίαν ἐγγύς· μᾶλλον δὲ κατ' ἴχνος τὸ ἀκριβὲς τῶν ἤδη προηγγελμένων. Θεὸς γὰρ ἦν ὁ λαλῶν. Ἔστι τοίνυν ἐκείνων αὐτῶν ἐπαΐειν σαφῶς, ὡς ὀλέθριον ἐκκεχυκότων τὴν φιλοψευδῆ καὶ