Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
πάντων ἀνάγκη προσομολογεῖν, οὐκ ἔχοντα τῆς θεότητος τὸ ἐξαίρετον, τὸ ἀεὶ εἶναι, φημί. Εἰ δὲ τοῦτο ἀληθὲς, πάντα δὲ γέγονε δι' Υἱοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ἑαυτὸν ὁ Λόγος δημιουργεῖ. Καὶ πῶς ἂν ἐνδέχοιτο μήπω ὂν, ἑαυτὸ παράγειν εἰς τὸ εἶναι; Εἰ δὲ τοῦτο ἀδύνατον, οὐκ ἄρα ἓν τῶν πάντων ἐστὶν ὁ Υἱὸς, ἵνα μὴ τοῖς πᾶσι συναριθμούμενος, ἑαυτοῦ φαίνηται ποίημα. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, καλεῖται δὲ καὶ ἔστι σοφία τοῦ Πατρὸς, ὃς πάντα ἐν σοφίᾳ ἐποίησεν, ἑαυτὴν ἡ σοφία ποιεῖ. Εἰ δὲ τοῦτο ἄτοπον, οὐκ ἔστι ποίημα ὁ Υἱὸς, τουτέστιν, ἡ σοφία τοῦ Πατρὸς, ἵνα μὴ ἑαυτὴν ἐργάζηται. ΑΛΛΟ. Εἰ γέγονεν ὁ Υἱὸς, καλεῖται δὲ καὶ ἔστι Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, ἦν ἄρα χρόνος, ἐν ᾧπερ ἦν ἄσοφός τε καὶ ἀδύνατος ὁ Θεὸς, οὐκ ὄντος Υἱοῦ. Τὸ γὰρ ποίημα πάντως ἐκ τοῦ μὴ ὄντος γίνεται. Σοφὸς δὲ ἦν ἀεὶ καὶ δυνατὸς ὁ Πατήρ. Ἦν ἄρα καὶ Υἱὸς ὃς ταῦτά ἐστιν αὐτῷ. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, λέγει δὲ ἀληθεύων· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· ἐν τῇ κτίσει φαίνεται τοῦ Πατρὸς ἡ εἰκὼν, ἔχουσα τὴν ὁμοίωσιν πρὸς τὸ ἀρχέτυπον. Εἰ δὲ τοῦτο, οὐδὲν ἐν τῇ κτίσει καὶ τῷ Θεῷ τὸ διάφορον· ἔσται δὲ ποίημα καὶ αὐτός. Εἰ δὲ οὐκ ἔστι ποίημα, φαίνεται δὲ ὅλος ἐν Υἱῷ, οὐκ ἄρα ποίημά ἐστιν ὁ Υἱὸς ἡ εἰκὼν τοῦ Πατρός. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, τοῦ Πατρὸς οὐ ποιηθέντος, λέγει δὲ περὶ ἑαυτοῦ· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· πῶς ἐν τῷ πεποιημένῳ τὸ μὴ ποιηθὲν ἀπαραλλάκτως φανεῖται; Καὶ εἰ ποίημα ὢν, 75.357 λέγει· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, τί κωλύσει καὶ ἡμᾶς τῇ αὐτῇ κεχρῆσθαι φωνῇ, εἰ μηδὲν ἕτερον παρ' ἡμᾶς ὁ Υἱὸς, καθὸ ποίημα καὶ αὐτὸς ὥσπερ ἡμεῖς; Ἀλλὰ τοῦτο ἄτοπον· οὐ γὰρ ἐν ποιήματι τοῦ μὴ ποιηθέντος ἡ ὁμοιότης. Οὐκ ἄρα ποίημα ὁ Υἱὸς ἡ τοῦ Πατρὸς ἀπαράλλακτος εἰκών. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, λέγει δὲ ἀληθεύων, ὅτι Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν· οὐδὲν ἄρα περιττὸν ἐν Θεῷ καὶ κτίσμασιν, εἰ πάντα πρόσεστιν αὐτοῖς ὅσα καὶ τῷ Πατρί. Εἰ δὲ τοῦτο ἄτοπον (πολὺ γὰρ τὸ Θεῖον τῶν ποιημάτων ἀπῴκισται), οὐκ ἄρα ποίημά ἐστιν ὁ Υἱὸς, ᾧ πάντα πρόσεστι φυσικῶς τὰ τοῦ Πατρὸς ἴδια καὶ ἐξαίρετα. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, μὴ καλείσθω Πατὴρ αὐτοῦ ὁ Θεὸς, ἀλλὰ μᾶλλον ποιητὴς ἢ δημιουργός. Υἱὸς γὰρ δεικνύει πατέρα, καὶ ποίημα τὸν δημιουργόν. Εἰ δὲ Πατὴρ καλεῖται καὶ ἔστι Θεὸς, οὐκ ἄρα ποίημα ὁ Υἱὸς, ἀλλὰ γέννημα, οὐχ ὡς ποιητὴν τὸν Θεὸν, ἀλλ' ὡς Πατέρα δηλοῦν. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, μὴ καλείσθω Λόγος, μὴ σοφία, μὴ δύναμις, μὴ ἀπαύγασμα, ἢ ταῦτα κοινὰ καὶ τοῖς ἄλλοις ἔσται ποιήμασιν, εἴπερ ὅλως κεχώρηκεν αὐτὰ φορεῖν ποίημα ὢν καθ' ὑμᾶς ὁ Υἱός. Κἂν γάρ τι πλέον τῶν ἄλλων αὐτὸν ἔχειν λέγητε ποιημάτων, ἀλλ' ἔσται πάλιν οὐδὲν ἧττον ποίημα. Εἰ δὲ ἐπὶ μὲν τῶν ἄλλων οὐδενὸς τὰ τοιαῦτα λέγεται, μόνῳ δὲ πρέπειν τῷ Υἱῷ ἐπαληθεύεται, οὐκ ἄρα ἓν τῶν ποιημάτων ἐστὶν, ἀλλὰ καρπὸς τῆς οὐσίας τοῦ Πατρός. ΑΛΛΟ. Εἰ πάντα δι' Υἱοῦ γεγενῆσθαί φησιν ἡ θεία Γραφὴ, ποίημα δέ τις καὶ οὐχ Υἱὸν ὁμολογεῖ τὸν Λόγον, Υἱὸν οὐκ ἔχει Θεός. Εἰ δὲ τοῦτο ἀληθὲς, πῶς ἔσται ποιητὴς, οὐκ ἔχων δι' οὗ τὰ πάντα ἐργάζεται; Ἀλλ' ἐργάζεται καὶ δημιουργεῖ τὰ πάντα Θεός· ἔστιν ἄρα καὶ ὁ Υἱὸς δι' οὗ τὰ πάντα, τὸ εἶναι ποίημα διαφεύγων ὡς Θεός. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν δι' ἐναντίας. Βουλήσει, φασὶν, ὁ Πατὴρ τὸν Υἱὸν ὑποστήσας, οὕτως αὐτὸν ἐποίησε καὶ δημιουργόν. Ἀπὸ δὲ τῆς οὐσίας τοῦ Πατρὸς οὔ φαμεν ὑπάρχειν αὐτὸν, ἵνα μὴ τομή τις καὶ ἀπόῤῥοια νοῆται περὶ τὴν ἄφραστον ἐκείνην οὐσίαν. Πρὸς τοῦτο λύσις. Ἀλλ' ἔστι ταῦτα λῆρος καὶ φλυαρία πολλή. Ἀπόῤῥοια μὲν γὰρ καὶ τομὴ, καὶ ὅσα τοιαῦτα πάθη, νοείσθω 75.360 περὶ τὰ σώματα, οἷς καὶ τὸ πάσχειν οἰκεῖον· ὁ δὲ τὸ εἶναι σῶμα διαφυγὼν, καὶ τὰ σωμάτων διαφεύξεται πάθη. Τίκτει τοιγαροῦν ἀμερίστως καὶ ἀπαθῶς ὁ ἀσώματος. Ποῖον γὰρ πάθος περὶ τὸν ἥλιον ὁρᾶται γινόμενον, ὅτε τίκτει τὸ φῶς; Ποῖος συμβαίνει περὶ τὸ πῦρ μερισμὸς, ὅταν ἐκπέμπῃ τὸν ἐξ ἑαυτοῦ φωτισμόν; Εἰ δὲ ταῦτα γεννᾷ μὲν ἀμερίστως, ἐκπέμπει δὲ τὰ ἐξ ἑαυτῶν ἀπαθῶς, πῶς οὐ πολλῷ μᾶλλον ὁ τούτων ποιητὴς τῆς ἑαυτοῦ φύσεως ἐκπέμψει τὸ ἀπαύγασμα; Πότε χαρακτὴρ εἰκόνος