1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

113

τῆς ἐλεεινῆς ὄντα μερίδος δείκνυσιν, ἐπειδὴ αὐτὸ τὸ παραπεσεῖν τοῖς θεη λάτοις κακοῖς ἀπόδειξίν πως ἔχειν δοκεῖ τοῦ παραδεδόσθαι τοῖς πάθεσιν. Ἀλλ' ἀρκεῖ αὐτῷ πρὸς παραμυθίαν τῶν συμβάντων τὸ εὐμενεῖ αὐτὸν προσβλέψαι τῷ ὄμματί σε καὶ τὴν πολυαρκῆ χάριν ἧς πάντες ἀπολαύοντες δαπανᾶν οὐ δύνανται (τὴν τῆς σῆς ἡμερότητος λέγω) καὶ ἐπ' αὐτὸν ἀφεθῆναι. Ὅτι δὲ καὶ ἐν δικαστηρίοις μεγάλη αὐτῷ ἀφορμὴ πρὸς τὴν νίκην ἡ παρὰ σοῦ ῥοπὴ πάντες ἀκριβῶς πεπείσμεθα. ∆ικαιότατος δὲ πάντων καὶ αὐτὸς οὗτος ὁ τὴν ἐπιστολὴν ἡμῶν, ὥς τι ὄφελος αὐτῷ ἐσομένην, ἐπιζη τήσας· ὃν μετὰ τῶν ἄλλων ἴδοιμεν τῇ κατὰ δύναμιν φωνῇ τὴν σὴν εὐφημοῦντα σεμνότητα.

149.τ ΤΡΑΙΑΝΩ

149.1 Καὶ αὐτὸς ὑπέλαβες ὀφθαλμῷ τὴν κακοπάθειαν τοῦ πρότερον μὲν

εὐδοκίμου, νῦν δὲ ἐλεεινοτάτου πάντων Μαξίμου, τοῦ ἄρξαντος τῆς πατρίδος ἡμῶν, ὡς οὐκ ὤφειλεν. Οἶμαι γὰρ ἂν πολλοῖς ἀπευκτὴν ἔσεσθαι τὴν τῶν ἐθνῶν ἀρχήν, εἰ πρὸς τοιοῦτον πέρας μέλλουσι κατα στρέφειν αἱ προστασίαι. Ὥστε τί δεῖ ἡμᾶς τὰ καθ' ἕκαστον ἀπαγγέλλειν, ὧν τε εἴδομεν ὧν τε ἠκούσαμεν, ἀνδρὶ διὰ πολλὴν τῆς διανοίας ὀξύτητα ἱκανῷ ἐξ ὀλίγων τῶν πραχθέντων στοχάσασθαι τὰ λειπόμενα; Πλὴν ἐκεῖνό γε εἰπών, ἴσως οὐ περιττός σοι φανήσομαι, ὅτι πολλῶν ὄντων καὶ δεινῶν τῶν εἰς αὐτὸν τολμηθέντων πρὸ τῆς σῆς παρουσίας, τοιαῦτα γέγονε τὰ μετὰ ταῦτα ὡς φιλανθρω πίαν ποιῆσαι νομισθῆναι τὰ φθάσαντα. Τοσαύτην εἶχον ὑπερβολὴν ὕβρεως καὶ ζημίας καὶ τῆς εἰς αὐτὸ τὸ σῶμα κακοπαθείας τὰ δὴ ὕστερον αὐτῷ παρὰ τοῦ κρατοῦντος ἐξευρεθέντα. Καὶ νῦν ἔμφρουρος ἥκει τὰ λείψανα τῶν ὧδε κακῶν αὐτοῦ ἀποπληρώσων, ἐὰν μὴ σὺ τὴν μεγάλην σαυτοῦ χεῖρα ὑπερσχεῖν ἐθελήσῃς τῷ καταπονουμένῳ. Περιττὸν μὲν οὖν οἶδα ποιῶν τὴν σὴν χρηστότητα εἰς φιλανθρωπίαν παρακαλῶν. Πλὴν ἀλλ' ἐπειδὴ βούλομαι γενέσθαι χρήσιμος τῷ ἀνδρί, ἱκετεύω σου τὴν σεμνο πρέπειαν προσθεῖναί τι τῇ ἐκ φύσεως περὶ τὸ καλὸν σπουδῇ δι' ἡμᾶς, ὥστε ἐναργὲς τῷ ἀνδρὶ γενέσθαι τῆς ὑπὲρ αὐτοῦ παρακλήσεως ἡμῶν τὸ ὄφελος.

150.τ ΑΜΦΙΛΟΧΙΩ ΩΣ ΠΑΡΑ ΗΡΑΚΛΕΙ∆ΟΥ

150.1 Ἐγὼ καὶ τῶν ὁμιληθέντων ἡμῖν πρὸς ἀλλήλους ποτὲ μέμνημαι καὶ ὧν

τε αὐτὸς εἶπον ὧν τε ἤκουσα παρὰ τῆς εὐγενείας σου οὐκ ἐπιλέλησμαι. Καὶ νῦν βίος μέν με δημόσιος οὐ κατέχει. Εἰ γὰρ καὶ τῇ καρδίᾳ ὁ αὐτός εἰμι καὶ οὔπω τὸν παλαιὸν ἀπεδυσάμην ἄνθρωπον, πλὴν τῷ γε σχήματι καὶ τῷ μακρὰν ἐμαυτὸν ποιῆσαι τῶν τοῦ βίου πραγμάτων ἔδοξα λοιπὸν οἷον ἐπιβεβηκέναι τοῦ οὐδοῦ τῆς κατὰ Χριστὸν πολιτείας. Καθέζομαι δὲ ἐπ' ἐμαυτοῦ, ὥσπερ οἱ εἰς πέλαγος ἀφιέναι μέλλοντες, ἀποσκοπεύων τὸ μέλλον. Οἱ μὲν γὰρ πλέοντες ἀνέμων χρῄζουσι πρὸς τὴν εὔπλοιαν, ἡμεῖς δὲ τοῦ χειραγωγήσοντος ἡμᾶς καὶ ἀσφαλῶς διὰ τῶν ἁλμυρῶν κυμάτων τοῦ βίου παραπέμψοντος. Χρῄζειν γὰρ ἐμαυτὸν λογίζομαι πρῶτον μὲν χαλινοῦ πρὸς τὴν νεότητα, ἔπειτα κέντρων πρὸς τὸν δρόμον τῆς εὐσε βείας. Τούτων δὲ πρόξενος λόγος δηλονότι, νῦν μὲν παιδαγωγῶν ἡμῶν τὸ ἄτακτον, νῦν δὲ τὸ νωθρὸν τῆς ψυχῆς διεγείρων. Πάλιν μοι χρεία φαρμάκων ἑτέρων ὥστε τὸν ἐκ τῆς συνηθείας ἀποπλύνασθαι ῥύπον. Οἶδας γὰρ ὅτι ἡμεῖς, οἱ πολὺν χρόνον ἐνεθισθέντες τῇ ἀγορᾷ, ἀφειδῶς μὲν ἔχομεν τῶν ῥημάτων, ἀφυλάκτως δὲ πρὸς τὰς ἐν τῇ διανοίᾳ συνισταμένας ἐκ τοῦ Πονηροῦ φαντασίας. Ἡττήμεθα δὲ καὶ τιμῆς καὶ τὸ ἐφ' ἑαυτοῖς τι φρονεῖν οὐ ῥᾳδίως ἀποτιθέμεθα. Πρὸς ταῦτα μεγάλου μοι δεῖν καὶ ἐμπείρου