οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἀργυροκάπηλον ἀστρογοητείαν· δεῖν γὰρ οὕτω γέ φημι, καὶ ὀνο μάτων τῇ τέχνῃ στωμύλως ἐξευρημένων· φασὶ τοι γαροῦν· "Τάδε λέγει Κύριος· Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐ ρανοῦ μὴ φοβεῖσθε, ὅτι φοβοῦνται αὐτὰ τοῖς προσ ώποις αὐτῶν, ὅτι τὰ νοήματα· τῶν ἐθνῶν μάταια." Γεγόνασι μὲν εἰς φαῦσιν καὶ εἰς καιροὺς οἱ τόνδε τὸν οὐρανὸν τῇ πολυσχεδεῖ κατακαλ [λ] ύνοντες θέσει καὶ τῇ συμμέτρῳ φαιδρότητι στεφανοῦντες ἀστέρες. Ἀλλ' εἰσὶν αὐτοί σοι τοῖς τοῦ πεποιηκότος εἴκοντες νόμοις, καὶ ὡρῶν μεταβολὰς τοῖς ἐπὶ γῆς σημαίνου 77.724 σιν, ἄλλοτε ἄλλος ἀνίσχων καὶ δυόμενος. Προσεκτέον τοιγαροῦν, οὐχὶ τοῖς ἐκείνων βωμολοχεύμασιν, ἀλλὰ ταῖς τῶν θεηγόρων φωναῖς, καὶ τὴν παντὸς ἐπέκεινα δόξαν Θεῷ κεκτῆσθαι παραχωρήσομεν, οὐχὶ τῇ τῶν ἄστρων χαριούμεθα φύσει. Ἦ γὰρ οὐχὶ θεοπρεπὲς ἀξίωμα, καὶ ὑπεροχὴ, τὸ τῶν ἐσομένων καταπλουτεῖν τὴν εἴδησιν; καὶ πῶς τοῦτο ἀμφίλογον; Ἀνακείσεται γὰρ ὥσπερ αὐτῷ καὶ οὐχ ἑτέρῳ τῶν ὄντων τινὶ, τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ ὄντα παρενεγκεῖν ἰσχύσαι ῥᾳδίως, οὕτως, οἶμαι, καὶ παντὸς τοῦ τε ἤδη γεγονότος καὶ ἐνεστηκότος, ἔτι καὶ τῶν ἐσομένων, ἡ γνῶσις. Οὐκ ἀζήμιον δὲ τὸ προσκεῖσθαι φιλεῖν ταῖς ἑώλοις ψευδομαντείαις, ἀποφαίνει λέγων ὁ μακάριος Μωσῆς, μᾶλλον δὲ ὁ Θεὸς ὁ πάντων διὰ Μωσέως· "Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν. Οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ, ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρὶ, μαν τευόμενος μαντείαν, κληδονιζόμενος καὶ οἰωνιζόμε νος, φαρμακὸς, ἐπᾴδων, ἐγγαστρίμυθος, καὶ τερα τοσκόπος, ἐπερωτῶν τοὺς νεκρούς. Ἔστι γὰρ βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα." Καὶ πρὸς τούτῳ φησί· "Τέλειος ἔσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου. Τὰ γὰρ ἔθνη ταῦτα οὓς σὺ κατακληρονομεῖς αὐτοὺς, οὗτοι κληδονισμῶν καὶ μαντειῶν ἀκούσονται. Σοὶ δὲ οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου." Οὐκ οῦν κατηγορημάτων αἴσχιστον ἡ ψευδομαντεία καὶ τὸ προσέχειν κληδονισμοῖς. Καὶ τό γε παράδοξον, ἐφίησι γὰρ ἔσθ' ὅτε Θεὸς καί τι τῶν ἀληθῶν τοιούτοις εἰπεῖν, βάσανον ὥσπερ τινὰ τῆς εἰς πίστιν ἑδραιότη τος τοῖς ἰδίοις προσκυνηταῖς τὸ χρῆμα τιθείς. Ἔφη δὲ οὕτω διὰ Μωσέως· "Ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προ φήτης ἢ ἐνυπνιαζόμενος ἐνύπνιον, καὶ δῷ σοι σημεῖον ἢ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλάλησε πρὸς σὲ, λέγων· Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οἷς οὐκ οἴδατε, οὐκ ἀκούσεσθε τῶν λόγων του προφήτου ἐκείνου ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο, ὅτι πειράζει Κύριος ὁ Θεὸς ὑμᾶς, τοῦ εἰδέναι εἰ ἀγαπᾶτε Κύριον τὸν Θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν, καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν." Ὅτε τοίνυν τὸ τῆς εἰς Θεὸν εὐθείας παρασημαίνε ται κάλλος, εἰ θεοκλυτεῖν οἴοιτό τις τοὺς οὕτως αἰσχρῶς μεμισθαρνηκότας, κἂν εἴ τι τῶν ἀληθῶν συμβαίνει λέγειν αὐτοὺς, οὐ ταῖς ἐκείνων τερθρείαις ἐπιδώσομεν. Ἀλλ' οἱ μὲν, οἶμον ἰόντων τὴν κατὰ σφᾶς αὐτοὺς, "πλανῶντές τε καὶ πλανώμενοι," κατὰ τὸ γεγραμμένον· δοκεῖ γὰρ τοῦτο αὐτοῖς· ἡμεῖς δὲ τοῖς ἱεροῖς ἑψόμεθα λόγοις, μεμνημένοι τοῦ γράφον τος· "Ὀρθὰς τροχιὰς ποιήσεις σοῖς ποσὶ, καὶ τὰς ὁδούς σου κατεύθυνε." Τροχιὰ δὲ ὀρθή τε καὶ ἀδιά στροφος, κατ' εὐθὺ φέρεσθαι παντὸς ἀγαθοῦ, καὶ ταῖς μὲν ἐξιτήλοις ψευδομαντ[ε]ίαις τὸ ἐῤῥῶσθαι λέγειν, εἰδέναι καὶ ἁπλῶς τίς ὁ φύσει τε καὶ ἀληθῶς Θεὸς καὶ Κύριος. Ὧδε γὰρ χρῆναι φρονεῖν, καὶ ὁ πάλαι διὰ 77.725 Μωσέως ἐτύπου νόμος· "Κύριον γὰρ, φησὶ, τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. - Εἷς γὰρ ἐν ἡμῖν Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα. -Ἦν μὲν γὰρ ἐν ἀρχαῖς ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· γέγονε δὲ πάντα δι' αὐτοῦ, καὶ χωρὶς αὐτοῦ γέγονεν οὐδὲ ἕν." Καὶ οὐ δή πού φαμεν, ὡς ἐπί τοι δι' αὐτοῦ τὰ πάντα ἐγένετο, κατὰ τὰς Γραφὰς, τάξιν ἔχει τὴν ὑπουργικὴν καὶ ὀργανικὴν, ὥσπερ τινὰ χρείαν συνεισενέγκαι τῷ Πατρὶ, δημιουρ γοῦντι τὰ πάντα. Ταυτὶ γὰρ ἂν εἶεν ἀνοσίου γνώμης ἀποβάσματα, καὶ τῆς τῶν ἑτεροδόξων