1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

114

λογίζομαι διδασκάλου. Ἔπειτα μέντοι καὶ τὸν ὀφθαλμὸν τῆς ψυχῆς ἀποκαθαρθῆναι, ὥστε, πᾶσαν τὴν ἀπὸ τῆς ἀγνοίας ἐπισκότησιν οἵαν τινὰ λήμην ἀφαιρε θέντα, δύνασθαι ἐνατενίζειν τῷ κάλλει τῆς δόξης τοῦ Θεοῦ, οὐ μικροῦ ἔργου κρίνω οὐδ' ἐπ' ὀλίγον τὴν ὠφέλειαν φέρειν. Ἃ καὶ τὴν σὴν λογιότητα συνορᾶν καὶ ἐπιθυμεῖν ὑπάρξαι τινὰ εἰς ταύτην τὴν βοήθειαν ἀκριβῶς ἐπίσταμαι· καί, ἐάν ποτε δῷ ὁ Θεὸς εἰς ταὐτὸν ἀφικέσθαι τῇ κοσμιό τητί σου, δηλονότι πλείονα μαθήσομαι ὑπὲρ ὧν φροντίζειν με χρή. Νῦν γὰρ ὑπὸ πολλῆς ἀμαθίας οὐδὲ ὅσων ἐνδεής εἰμι γνωρίζειν δύναμαι, πλήν γε ὅτι οὐδὲν μετεμέλησέ μοι τῆς πρώτης ὁρμῆς οὐδὲ ὀκλάζει μου ἡ ψυχὴ πρὸς τὸν σκοπὸν τοῦ κατὰ Θεὸν βίου, ὅπερ ἠγωνίασας ἐπ' ἐμοὶ καλῶς καὶ προσηκόντως ἑαυτῷ ποιῶν, μήποτε στραφεὶς εἰς τὰ ὀπίσω στήλη γένωμαι ἁλός, ὅπερ γυνή τις ἔπαθεν, ὥσπερ ἀκούω. Ἀλλ' ἔτι μέν με καὶ αἱ ἔξωθεν ἀρχαὶ συσ τέλλουσιν, ὥσπερ λιποτάκτην τινὰ τῶν ἀρχόντων ἀναζη τούντων. Ἐπέχει δέ με μάλιστα ἡ ἐμοῦ αὐτοῦ καρδία, ἐκεῖνα μαρτυροῦσα ἑαυτῇ ἅπερ εἴρηκα. 150.2 Ἐπειδὴ δὲ συνθηκῶν ἐμνήσθης καὶ κατηγορεῖν ἐπηγγείλω, γελάσαι με ἐποίησας ἐν ταύτῃ τῇ κατηφείᾳ μου, ὅτι ἔτι ῥήτωρ εἶ καὶ τῆς δεινότητος οὐκ ἀφίστασαι. Ἐγὼ γὰρ νομίζω, εἰ μὴ πάντη ὡς ἀμαθὴς διαμαρτάνω τῆς ἀληθείας, μίαν εἶναι ὁδὸν τὴν πρὸς τὸν Κύριον ἄγουσαν, καὶ πάντας τοὺς πρὸς αὐτὸν πορευομένους συνοδεύειν ἀλλήλοις, καὶ κατὰ μίαν συνθήκην τοῦ βίου πορεύεσθαι. Ὥστε ποῦ ἀπελθὼν χωρισθῆναί σου δύναμαι καὶ μὴ μετὰ σοῦ ζῆν καὶ μετὰ σοῦ δουλεύειν Θεῷ ᾧ κοινῇ προσεφύ γομεν; Τὰ μὲν γὰρ σώματα ἡμῶν τόποις διασταθήσεται, ὁ δὲ τοῦ Θεοῦ ὀφθαλμὸς κοινῇ ἀμφοτέρους ἐφορᾷ δηλονότι, εἴπερ οὖν ἄξιος καὶ ὁ ἐμὸς βίος ὑπὸ τῶν ὀφθαλμῶν τοῦ Θεοῦ ἐποπτεύεσθαι· ἀνέγνων γάρ που ἐν Ψαλμοῖς ὅτι «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους.» Ἐγὼ μὲν γὰρ εὔχομαι καὶ σοὶ καὶ παντὶ τῷ παραπλησίως σοι προαιρουμένῳ καὶ τῷ σώματι συνεῖναι, καὶ πᾶσαν νύκτα καὶ ἡμέραν μετὰ σοῦ κλίνειν τὰ γόνατα πρὸς τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς, καὶ εἴ τις ἄλλος ἀξίως ἐπικαλούμενος τὸν Θεόν. Οἶδα γὰρ τὴν ἐν ταῖς προσευχαῖς κοινωνίαν πολὺ κέρδος φέρουσαν. Ἐὰν δέ, ὁσάκις ὑπάρξῃ μοι ἐν διαφόρῳ γωνιδίῳ παρερριμμένῳ στενάζειν, ἀκολουθήσῃ μοι πάντως τὸ ψεύδεσθαι, μάχεσθαι μὲν πρὸς τὸν λόγον οὐκ ἔχω, ἤδη δὲ ὡς ψεύστου ἐμαυτὸν κατακρίνω, εἴ τι τοιοῦτον κατὰ τὴν παλαιὰν ἀδιαφορίαν ἐφθεγξάμην, ἅ με τῷ κρίματι τοῦ ψεύδους ὑπόδικον καθιστᾷ. 150.3 Γενόμενος δὲ πλησίον Καισαρείας ὥστε γνωρίσαι τὰ πράγματα καὶ αὐτῇ παραβαλεῖν τῇ πόλει μὴ ἀνασχόμενος, τῷ πλησίον προσέφυγον πτωχοτροφείῳ, ὥστε ἐκεῖ μαθεῖν περὶ ὧν ἐβουλόμην. Εἶτα κατὰ συνήθειαν ἐπιδημήσαντι τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ ἀνήνεγκα περὶ ὧν προσέταξεν ἡμῖν ἡ λογιότης σου. Καὶ ἃ μὲν ἀπεκρίνατο οὔτε τῇ μνήμῃ φυλαχθῆναι παρ' ἡμῶν δυνατὸν καὶ ἐπιστολῆς ὑπερβαίνει μέτρον. Ὡς ἐν κεφαλαίῳ δὲ περὶ τῆς ἀκτημοσύνης ἐκεῖνο ἔφη τὸ μέτρον εἶναι, ὥστε εἰς τὸν ἔσχατον χιτῶνα ἕκαστον ἑαυτῷ περιιστάναι τὴν κτῆσιν. Καὶ παρείχετο ἡμῖν ἐκ τοῦ Εὐαγγελίου τὰς ἀποδείξεις· μίαν μὲν ὡς Ἰωάννου τοῦ Βαπτιστοῦ εἰπόντος· «Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι», ἑτέραν δὲ ὡς τοῦ Κυρίου τοῖς μαθηταῖς ἀπαγορεύσαντος μὴ ἔχειν δύο χιτῶνας. Προσ ετίθη δὲ τούτοις καὶ τό· «Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς.» Ἔλεγε δὲ καὶ τὴν τοῦ μαργαρίτου παραβολὴν εἰς τοῦτο φέρειν, ὅτι ὁ ἔμπορος ὁ εὑρὼν τὸν πολύτιμον μαργαρίτην ἀπελθὼν ἐπώλησεν ἑαυτοῦ πάντα τὰ ὑπάρχοντα καὶ ἠγόρασεν ἐκεῖνον. Προσετίθει δὲ τούτοις ὅτι οὐδὲ ἑαυτῷ τινα ἐπι τρέπειν χρὴ τὴν τῶν χρημάτων διανομήν, ἀλλὰ τῷ τὰ τῶν πτωχῶν οἰκονομεῖν πεπιστευμένῳ. Καὶ τοῦτο ἀπὸ τῶν Πράξεων ἐπιστοῦτο, ὅτι πωλοῦντες τὰ προσόντα αὐτοῖς φέροντες ἐτίθουν παρὰ τοὺς πόδας τῶν Ἀποστόλων καὶ παρ' ἐκείνων διεδίδοτο ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν. Ἔλεγε γὰρ ἐμπειρίας χρῄζειν τὴν διάγνωσιν τοῦ ἀληθῶς