οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
μανίας εὑρή ματα. Ἐπειδὴ δέ ἐστιν αὐτὸς καὶ σοφία καὶ δύνα μις τοῦ Θεοῦ καὶ Πατρὸς, δι' αὐτοῦ τὰ πάντα καλεῖ ται πρὸς γένεσιν, καὶ κεκλημένα σώζεται πρὸς τὸ εὖ εἶναι διακρατούμενα. "Ὁ μὲν γὰρ Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων·" γέγραπται γὰρ ὡδί· οὐδὲ ἔστι ᾅδου βασίλειον ἐπὶ γῆς· "Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτή ριοι αἱ γενέσεις τοῦ κόσμου· φθόνῳ δὲ διαβόλου, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον." Παρώλισθε γὰρ ἡ ἀνθρώ που φύσις, τῆς εἰς Θεὸν αἰδοῦς ἀλογήσασα, καὶ κατ εκομίσθη πρὸς ἁμαρτίαν. Συνεισέδυ δὲ ὥσπερ τοῖς εἰς ἁμαρτίας ἐγκλήμασι τὸ ἐκτεθνάναι δεῖν, καὶ τὸ τῆς φθορᾶς εἰσδέχεσθαι κράτος. Ἤκουσε γὰρ εὐθύς· "Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ." Ἀγαθῷ δὲ ὄντι, τῷ [φ. τὸ] κατὰ φύσιν, τῷ πάντων ∆ημιουργῷ, μεταπλάτ τειν τὸ ζῶον πρὸς ἀφθαρσίαν ἐδόκει, καὶ ταῖς εἰς εὐσέ βειαν ἀναμορφώσεσι ἀναστοιχειοῦν εὖ μάλα πρὸς τὸ ἐν ἀρχαῖς ἀκήρατον κάλλος. Ταύτῃ τοι γέγονεν ἄν θρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· καὶ μορφὴν μὲν ὑπέδυ τὴν καθ' ἡμᾶς, τό γε μὴν εἶναι Θεὸς ἀναπόβλητον ἔχει. Τροπὴν γὰρ οὐκ οἶδεν ἡ παντὸς ἐπέκεινα νοῦ καὶ ἀνωτάτω φύσις. Μεμένηκε τοίνυν ὃ ἦν καὶ μετὰ σαρκὸς, καὶ καθεὶς ἑαυτὸν εἰς κένω σιν οἰκονομικὴν, κατὰ τὸ γεγραμμένον, "Ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη," μετα ρυθμίζων εἰς ἁγιασμὸν, δικαιῶν τῇ πίστει τὸν προσερχόμενον, τῆς τῶν οὐρανῶν βασιλείας ἀναπε τάσας τὴν πύλην, εἰσηγούμενος τὰ συμφέροντα, παραδεικνὺς τὴν ἀλήθειαν. Καὶ φῶς μὲν τὸ θεῖον ἐνιεὶς, διὰ δὲ τῆς δρωμένων μεγαλουργίας, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ εἰ γέγονε σὰρξ, ἐμφανὲς τοῖς ἀντίφροσι καθιστάς. Τοιγάρτοι καὶ ἔφασκεν· "Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετε μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε." Ἦν μὲν γὰρ ὁλκὸς εἰς εὐπείθειαν ὁ λό γος· καὶ ἡ τῆς θεοσημείας ἀποχρῶσα λίαν εἰς ἀπό δειξιν ἐναργῆ τοῦ κατὰ φύσιν Θεὸν αὐτὸν εἶναι. Ἀλλ' οὐκ ἐδόκει φρονεῖν ὀρθὰ τοῖς ἐξ Ἰσραήλ· τὸν γάρ τοι Σωτῆρα τῶν ὅλων καὶ Λυτρωτὴν, ταῖς εἰς τὸ ἄγαν εὐπειθείαις ὑβρίζοντες, μακροὺς διατετελέκασι χρό 77.728 νους, καὶ τελευτῶντες ἐσταύρωσαν, "πονηρὰ ἀντὶ ἀγαθῶν ἀποδιδόντες αὐτῷ," κατὰ τὸ γεγραμμένον· καὶ τοῖς τοῦ διαβόλου νεύμασιν ἀμελλητὶ συνθέοντες. Ἆρ' οὖν ἀπομεμένηκεν ἐν νεκροῖς, καὶ μεθ' ἡμῶν τὸν ἀνθρώπινον ὑπομείνας θάνατον, τοῖς τῆς ἐπεισ άκτου φθορᾶς ἐνεσχέθη βρόχοις; Οὐμενοῦν. Ζωὴ γὰρ ἦν κατὰ φύσιν, καὶ ἀνεβίω τριήμερος, ἀρχὴ καὶ θύρα καὶ ὁδὸς τῇ ἀνθρώπου φύσει κἀν τούτῳ γενό μενος. Ἐπειδὴ δὲ ἀνεβίω, σκυλεύσας τὸν ᾅδην, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ἀνέβη Πατέρα καὶ Θεόν· ἥξει τε κατὰ καιροὺς, καθὰ πιστεύομεν, μετὰ τῶν ἁγίων ἀγγέλων, καὶ καθιεῖται μὲν ἐπὶ θρόνου δόξης αὐτοῦ, διανεμεῖ δὲ ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. Οὐκοῦν ἑορτάζωμεν, ἐξῃρημένου θανάτου, καὶ ἀναιρεθείσης φθορᾶς, προκαταργηθείσης δὲ τῆς ἁμαρτίας διὰ τῆς πίστεως, καὶ προκειμένης μὲν ἡμῖν οὐρανῶν βασιλείας· προσδοκωμένης καὶ οὕτως ἐλπίδος λαμ πρᾶς. Ἐπειδὴ δὲ παραστησόμεθα τῷ κριτῇ λόγους ἀποδώσοντες τῆς ἑαυτῶν ζωῆς, φροντίσωμεν ἐπιει κείας. Ἐπιμελησώμεθα δικαιοσύνης, ἀγάπης, φιλ αλληλίας, πραότητος, ἐγκρατείας, καὶ ἁπαξαπλῶς ἁπάσης ἀρετῆς. Ἐπισκεψώμεθα χήρας, ὀρφανοὺς ἐλεήσωμεν, τοὺς ἐν ἀῤῥωστίαις σωματικαῖς ταῖς ἐν δεχομέναις ἀνακτησώμεθα θεραπείαις, ἐπισκεψώ μεθα δεσμίους. Οὕτω γὰρ, οὕτω πᾶσαν ἀποβαλόντες κηλῖδα, καὶ ὀρθῇ διαπρέποντες πίστει, καθαρῶς ἑορτάσωμεν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακο στῆς ἀπὸ πέμπτης τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ δεκάτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ πεντεκαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτου, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ἑκ καιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, οὕτω τοῖς θείοις ἐντρυφήσομεν λόγοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ'