115
δεομένου καὶ τοῦ κατὰ πλεονεξίαν αἰτοῦντος. Καὶ ὁ μὲν τῷ θλιβομένῳ διδοὺς τῷ Κυρίῳ ἔδωκε καὶ παρ' αὐτοῦ λήψεται τὸν μισθόν, ὁ δὲ τῷ περιερχομένῳ προσέρριψε κυνὶ φορτικῷ μὲν διὰ τὴν ἀναίδειαν, οὐκ ἐλεεινῷ δὲ διὰ τὴν ἔνδειαν. 150.4 Περὶ δὲ τοῦ πῶς χρὴ βιοῦν ἡμᾶς καθ' ἡμέραν ὀλίγα μὲν ἔφθη εἰρηκὼς πρὸς τὸ τῆς ὑποθέσεως μέγεθος, πλὴν ἀλλ' ἐβουλόμην παρ' αὐτοῦ ἐκείνου σε μαθεῖν. Ἐμὲ γὰρ ἀφανίζειν τὴν ἀκρίβειαν τῶν διδαγμάτων οὐκ εὔλογον. Ηὐχόμην δὲ μετὰ σοῦ ποτε καταλαβεῖν αὐτόν, ἵνα τῇ μνήμῃ ἀκριβῶς φυλάξας τὰ λεχθέντα καὶ τῇ σεαυτοῦ συνέσει προσεξεύρῃς τὰ λείποντα. Ἐκείνου γὰρ μέμνημαι ἐκ τῶν πολλῶν ὧν ἤκουσα, ὅτι ἡ περὶ τοῦ πῶς χρὴ ζῆν τὸν χριστιανὸν διδασκαλία οὐ τοσοῦτον δεῖται λόγου ὅσον τοῦ καθημερινοῦ ὑποδείγματος. Καὶ οἶδα ὅτι, εἰ μή σε κατεῖχεν ὁ δεσμὸς τῆς γηροκομίας τοῦ πατρός, οὐκ ἂν οὔτε αὐτὸς ἄλλο τι προετίμησας τῆς συντυχίας τοῦ ἐπισκόπου οὔτ' ἂν ἐμοὶ συνεβούλευσας καταλιπόντι τοῦτον εἰς ἐρημίας πλανᾶσθαι. Τὰ μὲν γὰρ σπήλαια καὶ αἱ πέτραι ἀναμένουσιν ἡμᾶς, αἱ δὲ παρὰ τῶν ἀνδρῶν ὠφέλειαι οὐκ ἀεὶ ἡμῖν παραμένουσιν. Ὥστε, εἰ ἀνέχῃ μου συμβουλεύοντος, τυπώσεις τὸν πατέρα μικρὸν ἐπιτρέπειν σε ἀναχωρεῖν αὐτοῦ, καὶ περιτυγχάνειν ἀνδρὶ πολλὰ καὶ ἐκ τῆς ἑτέρων πείρας καὶ ἐκ τῆς οἰκείας συνέσεως καὶ εἰδότι καὶ παρέχειν τοῖς προσιοῦσιν αὐτῷ δυναμένῳ.
151.τ ΕΥΣΤΑΘΙΩ ΑΡΧΙΑΤΡΩ
151.1 Εἴ τι ὄφελος ἡμετέρων γραμμάτων, μηδένα χρόνον δια λείπῃς
ἐπιστέλλων ἡμῖν καὶ διεγείρων ἡμᾶς πρὸς τὸ γράφειν. Αὐτοὶ μὲν γὰρ προδήλως ἡδίους γινόμεθα ἐντυγχάνοντες ἐπιστολαῖς συνετῶν ἀνδρῶν ἀγαπώντων τὸν Κύριον. Εἰ δὲ καὶ αὐτοί τι ἄξιον σπουδῆς εὑρίσκετε παρ' ἡμῖν, ὑμέτερον εἰδέναι τῶν ἐντυγχανόντων. Εἰ μὲν οὖν μὴ ὑπὸ τοῦ πλήθους τῶν ἀσχολιῶν ἀπηγόμεθα, οὐκ ἂν τῆς ἐκ τοῦ γράφειν συνεχῶς εὐφροσύνης ἀπειχόμεθα. Ὑμεῖς δέ, οἷς ἐλάττους αἱ φροντίδες, ὁσάκις ἂν οἷόν τε ᾖ, κινεῖτε ἡμᾶς τοῖς γράμμασι. Καὶ γὰρ τὰ φρέατά φασιν ἀντλούμενα βελτίω γίνεσθαι. Ἐοίκασι δέ σου αἱ ἐξ ἰατρικῆς παραι νέσεις εἰς πάρεργον χωρεῖν, οὐχ ἡμῶν ἐναγόντων τὸν σίδηρον, ἀλλ' ἑαυτοῖς ἐκπιπτόντων τῶν ἀπαχρειουμένων. Ὁ μὲν οὖν τοῦ Στωϊκοῦ λόγος· «Ἐπειδή, φησί, μὴ γίνεται τὰ πράγματα ὡς βουλόμεθα, ὡς ἂν γίνηται βουλώ μεθα.» Ἐγὼ δὲ τοῖς μὲν πράγμασι τὴν γνώμην συμμετα τίθεσθαι οὐ καταδέχομαι, τὸ δὲ ἀβουλήτως τινὰ ποιεῖν τῶν ἀναγκαίων οὐκ ἀποδοκιμάζω. Οὔτε γὰρ ὑμῖν τοῖς ἰατροῖς τὸ κάειν τὸν ἄρρωστον ἢ ἄλλως ποιεῖν ἀλγεῖν βουλητόν, ἀλλ' οὖν καταδέχεσθε πολλάκις τῇ δυσχερείᾳ τοῦ πάθους ἑπόμενοι. Οὔτε οἱ πλέοντες ἑκουσίως ἐκβάλ λουσι τὰ ἀγώγιμα, ἀλλ', ὥστε διαφυγεῖν τὰ ναυάγια, ὑφίστανται τὴν ἐκβολὴν τὸν ἐν πενίᾳ βίον τοῦ ἀποθανεῖν προτιμῶντες. Ὥστε καὶ ἡμᾶς οἴου ἀλγεινῶς μὲν καὶ μετὰ μυρίων ὀδυρμῶν φέρειν τὸν χωρισμὸν τῶν ἀφισταμένων, φέρειν δ' οὖν ὅμως, ἐπειδὴ τοῦ Θεοῦ καὶ τῆς ἐπ' αὐτὸν ἐλπίδος οὐδὲν τοῖς ἀληθείας ἐρασταῖς προτιμότερον.
152.τ ΟΥΙΚΤΟΡΙ ΣΤΡΑΤΗΛΑΤΗ
152.1 Ἄλλῳ μέν τινι μὴ ἐπιστέλλων, τάχα ἂν δεξαίμην δικαίως ἔγκλημα
ῥᾳθυμίας ἢ λήθης. Σοῦ δὲ πῶς ἔστιν ἐπιλαθέσθαι, οὗ παρὰ πᾶσιν ἀνθρώποις λαλεῖται τὸ ὄνομα; Πῶς δὲ καταρρᾳθυμῆσαι, ὃς πάντων σχεδὸν τῶν κατὰ τὴν οἰκου μένην τῷ ὕψει τῶν ἀξιωμάτων ὑπερανέστηκας; Ἀλλὰ δήλη ἡμῶν ἡ αἰτία τῆς σιωπῆς. Ὀκνοῦμεν δι' ὄχλου γενέσθαι ἀνδρὶ τοσούτῳ. Εἰ δὲ πρὸς τῇ λοιπῇ σου ἀρετῇ καὶ τοῦτο κατεδέξω οὐ μόνον πεμπόμενα παρ' ἡμῶν δέχεσθαι γράμματα, ἀλλὰ καὶ