116
ἐλλειφθέντα ἐπιζητεῖν, ἰδοὺ καὶ γράφομεν νῦν τεθαρρηκότως καὶ γράψομέν γε πρὸς τὸ ἐφεξῆς εὐχόμενοι τῷ ἁγίῳ Θεῷ δοθῆναί σοι τὴν ἀμοιβὴν τῆς περὶ ἡμᾶς τιμῆς. Ὑπὲρ δὲ τῆς Ἐκκλησίας προέλαβες ἡμῶν τὰς παρακλήσεις πάντα ποιήσας ὅσα ἂν ἡμεῖς ἐπεζητήσαμεν. Ποιεῖς δὲ οὐκ ἀνθρώποις χαριζόμενος, ἀλλὰ Θεῷ τῷ τιμήσαντί σε, ὃς τὰ μὲν ἔδωκεν ἐν τῇ νῦν ζωῇ ἀγαθά, τὰ δὲ δώσει ἐν τῷ μέλλοντι αἰῶνι, ἀνθ' ὧν μετὰ ἀληθείας ἐπορεύθης τὴν ὁδὸν αὐτοῦ, ἀκλινῆ τὴν καρδίαν ἐν τῇ ὀρθότητι τῆς πίστεως ἀπ' ἀρχῆς εἰς τέλος διασωσάμενος.
153.τ ΒΙΚΤΟΡΙ ΑΠΟ ΥΠΑΤΩΝ
153.1 Ὁσάκις ἂν ἡμῖν ὑπάρξῃ γράμμασιν ἐντυχεῖν τῆς κοσμιότητός σου,
τοσαυτάκις χάριν ὁμολογοῦμεν τῷ Θεῷ, ὅτι διαμένεις καὶ μεμνημένος ἡμῶν καὶ ὑπ' οὐδεμιᾶς διαβολῆς τὴν ἀγάπην ἐλαττῶν ἣν ἅπαξ κρίσει τῇ ὀρθο τάτῃ ἢ συνηθείᾳ χρηστῇ ἀναλαβεῖν κατεδέξω. Εὐχόμεθα οὖν τῷ ἁγίῳ Θεῷ καὶ σὲ διαμεῖναι ἐν τῇ ὁμοίᾳ πρὸς ἡμᾶς διαθέσει καὶ ἡμᾶς ἀξίους εἶναι τῆς παρὰ σοῦ τιμῆς ἣν τιμᾷς ἡμᾶς διὰ τοῦ γράμματος.
154.τ ΑΣΧΟΛΙΩ ΜΟΝΑΖΟΝΤΙ ΚΑΙ ΠΡΕΣΒΥΤΕΡΩ
154.1 Καλῶς ἐποίησας καὶ κατὰ τὸν τῆς πνευματικῆς ἀγάπης νόμον κατάρξας
τῶν πρὸς ἡμᾶς γραμμάτων καὶ τῷ ἀγαθῷ ὑποδείγματι πρὸς τὸν ὅμοιον ζῆλον ἡμᾶς ἐκκαλε σάμενος. Καὶ γὰρ ἡ μὲν τοῦ κόσμου φιλία ὀφθαλμῶν δεῖται καὶ συντυχίας. ὥστε ἐκεῖθεν ἀρχὴν τῆς συνηθείας γενέσθαι· οἱ δὲ πνευματικῶς ἀγαπᾶν εἰδότες οὐ τῇ σαρκὶ προξένῳ κέχρηνται τῆς φιλίας, ἀλλὰ τῇ τῆς πίστεως κοινωνίᾳ πρὸς τὴν πνευματικὴν συνάφειαν ἄγονται. Χάρις οὖν τῷ Κυρίῳ τῷ παρακαλέσαντι ἡμῶν τὰς καρδίας ἐκ τοῦ δεῖξαι ὅτι οὐκ ἐν πᾶσι κατέψυκται ἡ ἀγάπη, ἀλλ' εἰσί που τῆς οἰκουμένης οἱ τῆς Χριστοῦ μαθητείας τὸν χαρακτῆρα δεικνύντες. Καὶ τοίνυν ἔδοξέ μοι τὸ καθ' ὑμᾶς ἐοικέναι πρᾶγμα ἄστροις ἐν νυκτερινῇ συννεφίᾳ ἄλλοις κατ' ἄλλα μέρη τοῦ οὐρανοῦ διαλάμπουσιν, ὧν χαρίεσσα μὲν ἡ λαμπρότης, χαριέστερον δὲ δήπου τὸ ἀπροσδόκητον. Τοιοῦτοι δὲ καὶ ὑμεῖς, οἱ τῶν Ἐκκλησιῶν φωστῆρες, ὀλίγοι παντελῶς καὶ εὐαρίθμητοι ἐν τῇ σκυθρωπῇ ταύτῃ κατα στάσει, οἷον ἐν σκοτομαίνῃ διαφαινόμενοι, πρὸς τῷ ἐκ τῆς ἀρετῆς χαρίεντι ἔτι καὶ τῷ σπανίῳ τῆς εὑρέσεως τὸ περι πόθητον ἔχοντες. Ἐγνώρισε δέ σου τὴν διάθεσιν ἡμῖν τὸ γράμμα αὐτάρκως. Εἰ γὰρ καὶ μικρὸν ἦν τῷ πλήθει τῶν συλλαβῶν, ἀλλὰ τῇ γε ὀρθότητι τῆς διανοίας ἀρκοῦσαν ἡμῖν τῆς προαιρέσεως τὴν ἀπόδειξιν ἔδωκε. Τὸ γὰρ περὶ τὸν μακαριώτατον Ἀθανάσιον ἐσπουδακέναι δεῖγμα ἐναργέστατον τοῦ ὑγιῶς ἔχειν περὶ τὰ μέγιστα. Ἀντὶ οὖν τῆς ἐπὶ τοῖς γράμμασιν εὐφροσύνης πολλὴν οἴδαμεν χάριν τῷ τιμιωτάτῳ υἱῷ ἡμῶν Εὐφημίῳ, ᾧ καὶ αὐτὸς εὔχομαι πᾶσαν ὑπάρξειν βοήθειαν ἐξ Ἁγίου, καὶ σὲ συνεύχεσθαι ἡμῖν παρακαλῶ ὅπως ἀπολάβοιμεν αὐτὸν ἐν τάχει μετὰ τῆς κοσμιωτάτης συζύγου αὐτοῦ, θυγατρὸς δὲ ἡμῶν ἐν Κυρίῳ. Παρακλήθητι δὲ καὶ αὐτὸς μὴ ἐν προοι μίοις στῆσαι τὴν εὐφροσύνην, ἀλλὰ διὰ τῆς ἀεὶ παρα πιπτούσης προφάσεως ἐπιστέλλειν καὶ τὴν πρὸς ἡμᾶς διάθεσιν τῷ πυκνῷ τῆς ὁμιλίας αὔξειν καὶ τὰ περὶ τῶν αὐτοῦ Ἐκκλησιῶν ὅπως ἔχει κατὰ τὴν συμφωνίαν σημαί νειν, περὶ δὲ τῶν ἐνταῦθα προσεύχεσθαι, ὥστε γενέσθαι καὶ παρ' ἡμῖν γαλήνην μεγάλην, ἐπιτιμήσαντος τοῦ Κυρίου ἡμῶν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ.
155.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΑΛΕΙΠΤΗ