οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
συγκόψατε ἄροτρα ὑμῶν εἰς ῥομφαίας, καὶ τὰ δρέπανα ὑμῶν εἰς σειρομάστας. Ὁ ἀδύνατος λε γέτω, ὅτι Ἰσχύω ἐγώ." Ἀκούεις ὅπως ἔφη ἁγίαν τὴν μάχην, καὶ ἀῤῥωστεῖν οὐκ ἐᾷ τὸ δυσκλεές τε καὶ ἄναλκι, δυσαπόνιπτα τοῖς πεπονθόσι τὰ τῆς κακ ανδρίας εἰδὼς ἐγκλήματα; Τί δ' ἂν βούλοιτο κατα σημῆναι πάλιν λόγος ἡμῖν ὁ προφητικὸς, ὅτι χρὴ συγκόπτειν τὰ ἄροτρα μὲν εἰς ῥομφαίας, τὰ δρέ πανα δὲ εἰς σειρομάστας, εὖ μάλα παρεγγυῶν, φέρε διασκεψώμεθα. "Ἄροτρα μὲν γὰρ καὶ δρέ πανα, ῥομφαῖαί τε καὶ σειρομάστεις," τὰ μὲν εἶεν ἂν ταῖς γεωπονίαις χρειωδέστατα τῶν σκευῶν, τὰ δ' αὐταῖς τοῦ πολέμου πρέποντα χρείαις. Ἆρ' οὖν ἐκεῖνο ἐροῦμεν, ὡς ἐξίστησι μὲν ἡμᾶς τῆς ἠρε μαίου ζωῆς καὶ φιλοπονίας ὁ νόμος, τὴν ἀγρίαν δὲ μᾶλλον καὶ φιλοπόλεμον τῆς ὧδε σεπτῆς ἀνθελέ σθαι κελεύει; Καίτοι πῶς τοῦτό ἐστιν οὐκ ἀπηχὲς ἐννοεῖν; Ληρίας γὰρ, οἶμαι, τὸ χρῆμα γραφὴ, καὶ ἀτρεκὴς ὁ λόγος. Παιδαγωγεῖ μὲν γὰρ ἡμᾶς πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ὁ τοῦ Θεοῦ νόμος, ἀποίσειε δ' ἂν ἥκιστά γε πρὸς τὸ δρᾷν ἑλέσθαι τὸ πλημμελές. Οὐκοῦν ὅ τί ποτέ ἐστι τὸ, "μεταπλάτ τεσθαι μὲν τὸ ἄροτρον εἰς ῥομφαίαν, τὴν δὲ δρεπάνην εἰς σειρομάστην," καταθρῶμεν, εἰ δοκεῖ. Ἔοικε δὴ οὖν ὑποφαίνειν ἡμῖν ἀστείως ὁ νόμος, ὡς ἤδη καιρὸς τοὺς ἐν Χριστῷ δεδικαιωμένους, καὶ ἡγιασμένους ἐν Πνεύματι, πόλεμόν τε τὸν κατὰ παθῶν καὶ ἁμαρ τίας ἠρμένους, οὐ τοῖς περὶ γῆν σπουδάσμασιν ἐμ φιλοχωρεῖν ἀναπεπεισμένους διαμέλλειν, ὅτι καὶ βραδεῖς ὁρᾶσθαι περὶ τὸ χρῆναι πληροῦν τὰ ἀμείνω πρεπωδέστερα· μετασκευάσαι δὲ ὥσπερ τὸν ἐπ' ἐκεί νοις ἱδρῶτα πρὸς κατόρθωσιν ἀρετῆς, καὶ εἰ σὺν μάχῃ προσίοιτο χρῆναι κρατεῖν, καὶ τῶν ἐν σφίσιν αὐτοῖς κατανεαν[ι]εύεσθαι παθῶν, ὄκνου τε ἀμείνους ὁρᾶσθαι φιλεῖν, καὶ ἐν παντευχίαις εἶναι ταῖς πνευ ματικαῖς. Οὕτω καὶ ὁ σοφώτατος Παῦλος τὸν παν άριστόν τε ἡμῖν καὶ ἀλκιμώτατον μαχητὴν ἐξαρτύει, λέγων· "Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιο σύνης, καὶ ὑποδυσάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης· ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μά χαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Χριστοῦ." Σεμνυνεῖται μὲν οὖν ἐπί γε τῷ δεῖν ἐσκευάσθαι λαμ πρῶς ὁ πανάριστος μαχητὴς, ἀξιόμαχον δὲ τὴν ἐπὶ τῷδε δόξαν ἀποίσεται, φρονεῖν τε καὶ δρᾷν ᾑρημένος, τὰ δι' ὧν ἂν φαίνοιτο νεανικὸς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἐτοιμότατα διανενευκώς. Σοφὸς, ἀρτίφρων, καὶ τοῖς θείοις νόμοις τρυφερὸς καὶ εὐήνιος. βʹ. Τίνες δ' ἂν εἶεν οἱ τὴν ἐναντίαν οἷς ἔφην ἐπιτη δεύοντες ζωὴν, ταύτῃ τοι καὶ τῆς ἱερᾶς τῶν ἁγίων πληθύος ἐξωθούμενοι, πάλιν αὐτὸς ἡμῖν διεσάφει λέ γων ὁ τῶν ὅλων Θεὸς πρὸς Μωσέα τὸν μεσιτεύοντα· 77.733 "Πρόσταξον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἀποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν, καὶ πάντα γονοῤ ῥυῆ, καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ, ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ ἀποστείλατε ἔξω τῆς παρεμβολῆς· καὶ οὐ μιανοῦσι τὰς παρεμβολὰς αὐτῶν ἐν οἷς ἐγὼ κα ταγίνομαι αὐτοῖς." Ἀκούεις ὅπως παραπέμπεσθαι τῆς παρεμβολῆς δεῖν ἔφη γονοῤῥυῆ, καὶ λεπρὸν, καὶ ἀκάθαρτον ἐπὶ ψυχῇ, μολυσμοῦ δὲ τὸ χρῆμα πρό φασιν ἔσεσθαι καὶ τοῖς ἑτέροις φησὶν, εἰ μὴ τῶν μα χίμων ᾗ τάχος ἀπονοσφίζοιτο; Καίτοι τί δή ποτε; φαίην ἂν ἔγωγε καὶ μάλα εἰκότως· μᾶλλον δὲ, οἷμαι, καὶ ἁπαστισοῦν ἐπαπορήσειεν ἂν, καὶ λογιεῖταί που ποινὴν ἀνθ' ὅτου τὸν ἄῤῥωστον ὑποφέρεσθαι δεῖν ἐθεσμοθέτει Θεός. Ἦ γὰρ οὐκ ἄμεινον, ὁσιότητος ὄντα καὶ δικαιοσύνης πρύτανιν, τοὺς ταῖς ἀθελήτοις συμφοραῖς ὑπενηνεγμένους ἡμερότητος ἀξιοῦν, καὶ ἐπεί τοι πεπράχασιν ἀθλίως, ἐν ἴσῳ μὲν τοῖς κειμέ νοις ἐλεεῖν, κατονειδίζειν δὲ ὅλως τὸ πάθος αὐτοῖς ἐφεῖναι μηδενί; Λέπρα μὲν γὰρ, καὶ τῶν φυσικῶν σπερμάτων ζημίαι, καὶ ἀβούλητοι καταφοραὶ, τοῖς ἀνθρωπίνοις ἐπισυμβαίνουσι σώμασιν· ἀλλ' οὐκ ἂν οἴοιντο τῶν πεπονθότων ἐγκλήματα. Νοσεῖ μὲν γὰρ, οἶμαι, τὶς ἑκὼν μὲν οὐδείς· ἕλοιτο δ' ἂν μᾶλλον, κἂν εἷς σφόδρα τις ᾖ τῶν