Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
δὲ τὸ ἔργον ἀνατίθησιν ἡ θεία Γραφή. Πάντα γὰρ ὅσα τὴν ἀνθρώπου φύσιν ἐξάλλεται, ταῦτα δικαίως ἔργα καλεῖται Θεοῦ.
ΛΟΓΟΣ ΚΒʹ.
Εἰς τὸ, Περὶ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας, οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ μόνος. Ἀντίθεσις ἐκ τῶν Χριστομάχων. Καὶ πῶς, φασὶν, ἔσται κατ' οὐσίαν ὅμοιος ὁ Υἱὸς τῷ Πατρὶ, λέγων μὴ εἰδέναι τὴν ἡμέραν τῆς συντελείας τοῦ αἰῶνος· καίτοι τοῦ Πατρὸς εἰδότος, ὥς φησιν αὐτός;Πολὺ γὰρ ἐν τούτῳ τὸ ἀνόμοιον φαίνεται, καὶ φυσική τις διάστασις. Πρὸς τοῦτο λύσις. Εἰ αὐτός ἐστι ποιητὴς αἰώνων, καὶ χρόνων, καὶ και 75.369 ρῶν, ἔστι δὲ οὕτως, πῶς ὡς μίαν ἡμέραν καὶ ὥραν ἀγνοήσας παρ' ὑμῖν κρίνεται; Πῶς δὲ ἅπερ αὐτὸς ἐποίησε, μὴ εἰδέναι δύναται; Ἔστι τοίνυν ἐξετάσαι τὰ εἰρημένα παρ' αὐτοῦ πρὸς τοὺς μαθητάς. Καὶ σαφῶς ἔστιν ἐντεῦθεν ἰδεῖν, ὅτιπερ οἶδεν καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν ὡς Θεὸς, κἂν ἀποδεικνύων ἐν ἑαυτῷ τὸ ἀνθρώπινον, μὴ εἰδέναι λέγῃ. Εἰ γὰρ τὰ ἐσόμενα πάντα πρὸ τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης διηγεῖται σαφῶς, καί φησιν· Ἔσται μὲν τόδε, συμβήσεται δὲ ἐκεῖνο, εἶτα τὸ τέλος· δῆλον ὅτι τὰ πρὸ αὐτῆς εἰδὼς, καὶ αὐτὴν ἐπίσταται. Μετὰ γὰρ τὰ εἰρημένα παρ' αὐτοῦ, τίθησιν, ὅτι Τὸ τέλος ἐστί. Τέλος δὲ τί ἂν ἕτερον εἴη ἢ πάντως ἡ ἐσχάτη ἡμέρα, ἣν ἀγνοεῖν ἔφησεν οἰκονομικῶς, ἀποσώζων πάλιν τῇ ἀνθρωπότητι τὴν αὐτῇ πρέπουσαν τάξιν; Ἀνθρωπότητος γὰρ ἴδιον τὸ μὴ εἰδέναι τὰ μέλλοντα. ΑΛΛΟ, διηγηματικῶς. Ἐν ταῖς τοῦ Σωτῆρος φωναῖς ἀνάγκη τὸν χρόνον ἐξετάζεσθαι, καθ' ὃν εἴρηται παρ' αὐτοῦ· οὕτω γὰρ τὸ πλανᾶσθαι διαφευξόμεθα. Εἰ μὲν οὖν πρὸ τῆς ἐνανθρωπήσεως ὁ τοῦ Θεοῦ Λόγος εὑρίσκεταί που ταπεινόν τι περὶ ἑαυτοῦ λαλήσας, ἀπτέσθω τῆς θεότητος αὐτοῦ, καὶ φερέσθω κατ' ἐκείνης τὰ ῥήματα. Εἰ δὲ ὅτε γέγονε σὰρξ, ἀνθρωπίναις ἐχρήσατο φωναῖς, ἵν' ὄντως ἑαυτὸν καὶ ἄνθρωπον ὄντα δείξῃ, πῶς οὐκ ἀκόλουθον εἰς τὴν ἀνθρωπότητα φέρειν τὰ ἀνθρωπίνως εἰρημένα; Τοῦτο γάρ ἐστιν ἀποδέχεσθαι τῆς οἰκονομίας τὸν τρόπον. Εἰ μὲν γὰρ οὐ γέγονεν ἄνθρωπος, λαλείτω πάντα ὡς Θεός· εἰ δὲ γέγονεν ἄνθρωπος, συγχωρείσθω λαλεῖν καθὼς ἄνθρωπος, οὐδὲν αὐτὸν ἀδικούσης εἰς τὸν τῆς θεότητος λόγον τῆς καθ' ἡμᾶς οἰκονομίας. Τοῦτο γὰρ ἔσται τὸ παρὰ τοῦ Παύλου εἰρημένον· Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Ἴδιον μὲν οὖν τοῦ Λόγου, καθὸ Λόγος ἐστὶ, τὸ εἰδέναι τῶν παρ' αὐτοῦ πεποιημένων τὴν ἀρχὴν καὶ τὰ τέλη· ἓν δὲ τῶν ποιημάτων ὁ χρόνος, καὶ ὁ ποιήσας αὐτὸν οἶδέ που πάντως καὶ μέχρι τίνος αὐτῷ τὸ συνεστάναι δεδώρηται. ΑΛΛΟ. Λέγει που πρὸς τὸν ἑαυτοῦ Πατέρα διαλεγόμενος Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱόν. Εἰ τοίνυν οἶδεν ἀκριβῶς τὴν ὥραν, ἣν ἐληλυθέναι λέγει, τί τὸ κωλύον εἰδέναι κἀκείνην, ἣν ὡς ἄνθρωπος ἀγνοεῖν μέν φησι διὰ τὸ τῇ ἀνθρωπότητι πρέπον, οἶδε δὲ πάντως ὡς Θεός; Χρὴ δὲ οὐ διὰ τὴν τοιαύτην φωνὴν κατηγορεῖν τοῦ Θεοῦ Λόγου, καὶ ῥιψοκινδύνως ἄγνοιαν αὐτῷ προσάπτειν τινά· ἀλλὰ μᾶλλον θαυμάζειν αὐτοῦ τὴν φιλανθρωπίαν, οὐ παραιτησαμένου διὰ τὴν εἰς ἡμᾶς ἀγάπησιν εἰς τοσαύτην ἑαυτὸν ταπείνωσιν καταγαγεῖν, ὡς πάντα φορέσαι τὰ ἡμῶν, ὧν ἓν ὑπάρχει καὶ ἡ ἄγνοια. ΑΛΛΟ. Ἐρωτητέον τοὺς χριστομάχους, ὅτου δὴ χάριν ὁ Σωτὴρ ἀγγέλους καὶ Υἱὸν ὀνομάσας, οὐδαμοῦ τοῦ 75.372 Πνεύματος ἐποιήσατο μνήμην; Οὐ γὰρ εἴρηκεν· Οὐκ οἶδε τὸ Πνεῦμα, ἀλλ' Οὐκ ἴσασιν οἱ ἄγγελοι, οὐδ' οἶδεν ὁ Υἱός· καὶ τοῦτο ἀπολελυμένως· οὐ γὰρ προστέθεικε, τοῦ Θεοῦ. ∆ῆλον οὖν ὅτι ἀγγέλους μὲν ἔφησεν ἀγνοεῖν ὡς κτίσματα. Εἰπεῖν δὲ τοῖς μαθηταῖς οὐ θελήσας, διά τινα λόγον οἰκονομίας ἀπόῤῥητον· Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἵνα μὴ