οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἐπὶ πλούτῳ τεθαυμασμένων, τοῖς ἀπαλλάττειν ὑπισχνουμένοις ἁπάσης ὁμοῦ τῆς οὐσίας παραχωρεῖν. Εἶτα πῶς ἔσται τὸ χρῆμα γραφὴ, καὶ τοῖς νοσοῦσι κατάῤῥησις, τὸ τοῖς οὕτω δεινοῖς ἐναλῶναι κακοῖς; Τρόποι μὲν γὰρ οἱ παμ μόχθηροι, καὶ θέλησις ἀχαλίνως τὴν εἰς τὰ αἰσχίω νοσοῦσαν ῥοπὴν, καὶ τῶν ἀμεινόνων ὑπερφρονεῖν ἑλομένη, κολάζοιντο ἂν εἰκότως. Τὰ δὲ μὴ οὕτως ἔχοντα τῇ φύσει, συμβαίνοντα δὲ τοῖς πάσχουσιν ἀπευκτῶς, ἐξοίχοιντο ἂν, οἶμαί που καὶ τοῦ κατασκώ πτεσθαι δεῖν, καὶ τὴν ἐκ νομίμων ἐπίπληξιν οὐχ ὁσίαν ἔχειν. Τί δὴ οὖν πρὸς ταῦτά φαμεν; Ἠδίκηκε τοὺς λεπροὺς ὁ νόμος, ἤγουν τοῖς ἑτέροις σκληρὰν ἐπήρτησε δίκην, τῆς τοῦ πρέποντος θήρας ἠφειδηκώς; Οὐμενοῦν, πολλοῦ γε καὶ δεῖ. Γέγραπται γάρ· "Ὅτι ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία, καὶ δικαία, καὶ ἀγαθή." Ἀλλὰ πῶς ἂν νοοῖτο ταυτὶ πρὸς ἡμῶν, εἴπερ ἔροιτό τις, ἐκεῖνό φαμεν· Τῆς ἀληθείας τὸ κάλλος διὰ τύπου καὶ σκιᾶς ἡ διὰ Μωσέως τοῖς ἀρ χαιοτέροις παρεδείκνυ ἐντολὴ, καὶ τῶν εἰς νοῦν ἔσω κεκρυμμένων ἡ δύναμις ὡς ἐν ἀῤῥωστήμασι τοῖς σωματικοῖς διετυποῦτο λαμπρῶς. Λεπροῖς μὲν γὰρ παρεικάζει τὸ γράμμα τὸ νομικὸν τοὺς, ὅσον ἧκεν εἰς τρόπους, πολυειδεῖς τε καὶ πολυγνώμονας, καὶ μυ ρίοις ὅσοις ἐμπεποικιλμένους κακοῖς, ἔν γε δὴ σφί σιν αὐτοῖς τὸν οἰκεῖον ἔχοντας νοῦν. Γονοῤῥυῆ δέ φησι τὸν ἀκάθεκτον εἰς φιλοσαρκίαν, καὶ τῆς εἰς ἄγαν αἰσχρότητος ἀκαταλήκτως ἡττώμενον, ὡς αὐτό που δοκεῖν τὸ τῆς ἀθελήτου γονοῤῥοίας ὑπομεῖναι πάθος. Καταμυσάττεται δὲ πρὸς τούτοις τὸν ἀκά θαρτον ἐπὶ ψυχῇ, τουτέστι, τὸν ἐπί τῳ τῶν τεθνεώ των πενθεῖν ᾑρημένον καὶ καταλγύνεσθαι λίαν. Οὐκ 77.736 οῦν ἀνόπιν ὥσπερ ἰόντες, καὶ μονονουχὶ τὸν λόγον ἀνασειράζοντες, ἐκεῖνό φαμεν, τῇ τῶν θεωρημάτων ἑπόμενοι φύσει, καὶ εἰς νοῦν ὁρῶντες τῶν γεγραμ μένων τὸν ἐσωτάτω, ὡς ἀδρανεῖς εἰς μάχην, καὶ πρός γε τὸ δεῖν ἀμείνους ὁρᾶσθαι παθῶν, οὐδαμόθεν ἐπιτήδειοι, τὸ πολυειδὲς εἰς φαυλότητα νοσεῖν, εἴπερ ἕλοιντό τινες. Τοῦτο γὰρ ἡ λέπρα καὶ τὸ κατ' αὐτόν ἐστι πάθος. Ἀλλ' οὐδ' ἂν ἐγγράφοιντο ταῖς τῶν ἁγίων φάλαγξιν οἱ ἀχάλινοί τε καὶ ἀκρατεῖς εἰς ἐκτόπους ἡδονάς. Ἀπόπεμπτοι δὲ πρὸς τούτοις, οἱ τοῖς τεθνεῶ σιν εἰς ἅπαν ἀπολωλόσιν οὐ μετρίως ἀποστυγνάζον τες. Ὕβρις γὰρ τὸ χρῆμα εἰς Θεὸν, καίτοι διακε κραγότα σαφῶς διὰ φωνῆς ἁγίων· "Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις." Ἀνδριζώμεθα δὴ οὖν, εἴς γε τὸ χρῆναι, φημὶ, παθῶν ὁρᾶσθαι βελτίους. Ὧδε γὰρ δή τις τοῖς εἰωθόσιν εὐ δοκιμεῖν ἐγγράψεται· καὶ τοῖς ἀριστίνδην ἐξηλεγμέ νοις ἐναρίθμιος ὢν, τὴν πολύευκτον ἀληθῶς ἀποίσε ται δόξαν. Μὴ καταπτοείτω πόνοις, κἂν εἰ φαί νοιτο τραχὺ τὸ ἐφικέσθαι ζωῆς τῆς ἐπαινουμένης· κἂν εἰ τῆς ἀρετῆς δυσέκβατος μὲν καὶ ἀνάντης προ κέοιτο τρίβος, ἱδρῶτες δὲ τῆς εὐκλείας προαναφαί νοιντο. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ὀλίγους κομιδῇ δα πανῶντας πόνους, τῶν κατορθωμάτων τὰ ἐξαίρετα καταπλουτεῖν δύνασθαί τινας· ἀναλόγως δὲ τοῖς ἱδρῶ σιν ἀεὶ τὰ ἐξ αὐτῶν ἀνίσχει καὶ φαίνεται. Τοιούτοις ἡμᾶς παραθήγει λόγοις καὶ ὁ θεσπέσιος Παῦλος εἰς ἔφεσιν ἀρετῆς. Προστέταχε γὰρ ὑπογραμμὸν ὥσπερ τινὰ ποιεῖσθαι φιλεῖ, "τὸν τῆς πίστεως ἡμῶν ἀρχη γὸν, καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρο νήσας." Τίνα δὲ τρόπον καὶ ἐπὶ τίσι τὸν ὑπὲρ ἡμῶν ἀνέτλη σταυρὸν, καθεὶς ἑαυτὸν εἰς κένωσιν, καίτοι Θεὸς ὢν, κατὰ φύσιν, ὁ Λόγος, φέρε δὴ λέγωμεν, βραχὺ μὲν ἐξαίροντες ὑψοῦ τὸ διήγημα, καταβιβά ζοντες δὲ χρησίμως εἰς καλουμένην ἑκούσιον κέ νωσιν. γʹ. Γεγέννηται μὲν γὰρ ἐκ Θεοῦ καὶ Πατρὸς ἀποῤ ῥήτως καὶ ὑπὲρ νοῦν ὁ ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱός. Γεγέννηται δὲ πάλιν λέγωμεν, ἐπέκεινα μὲν ἡκέτω σωμάτων ὁ νοῦς· καὶ τῆς ἐπ' αὐτοῖς φαν τασίας τὸ σμικροπρεπὲς, κάτω που μένειν ἀφεὶς, ἄμεινον μὲν ἀσυγκρίτως ἢ κατὰ σώματος φύσιν ἀπο νοείτω τὸ Θεῖον· ὑπερτάτω δὲ ὅτι παντὸς γενητοῦ καὶ ἀπαραβλήτου ἔχει τὴν δόξαν, διακείσθω καλῶς. Παραδεξώμεθα τοίνυν, οὐχὶ δήπου πάντως τοῖς καθ' ἡμᾶς ἑπόμενοι λόγοις, ὅτι πρεσβύτερον μὲν τοῦτό που τῷ γεγεννημένῳ, τὸ μὴ