Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
φαίνηται κρύπτων αὐτοὺς, καὶ διὰ τοῦτο λυπήσῃ, καὶ τὸν Υἱὸν ἔφησε μὴ εἰδέναι, ἀνθρωπινώτερον μὲν περὶ ἑαυτοῦ λέγων, ὥσπερ περὶ ἀνθρώπου· φυλάττων δὲ ἑαυτῷ τὸ εἰδέναι πάλιν πάντα ὡς Θεός. ∆ιὰ γὰρ τοῦτο οὐδὲ τὸ Πνεῦμα ἔφησεν ἀγνοεῖν. Εἰ γὰρ τὸ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ, καθὰ γέγραπται, οἶδε δηλονότι πάντα τὰ ἐν αὐτῷ. Καὶ εἰ τὸ Πνεῦμα τὸ πάντα εἰδὸς, καὶ τὰ πάντα περιεργάζεσθαι δυνάμενον, παρὰ τοῦ Υἱοῦ λαμβάνει· Ἐκεῖνο γὰρ, φησὶν, ἐξ ἐμοῦ λήψεται· πῶς ὁ Λόγος ἀγνοεῖ, ὁ τοῦ πάντα εἰδότος Πνεύματος χορηγός; ΑΛΛΟ. Εἰ πάντα δι' Υἱοῦ ὁ Πατὴρ ἐργάζεται, καθά φησιν ἡ Γραφή· χωρὶς γὰρ αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ἓν δὲ τῶν πάντων ἐστὶ καὶ τὸ ὁρισθῆναι τὴν ἡμέραν καὶ τὴν ὥραν καθ' ἣν ὁ κόσμος ἕξει τὸ τέλος· ὥρισται δηλονότι καὶ τετύπωται καὶ τοῦτο δι' Υἱοῦ. Τὸ δὲ ὁρισθὲν δι' αὐτοῦ, πῶς ἀγνοεῖν δύναται; Οὐκοῦν οἶδεν ὡς Θεὸς, κἂν ἀγνοεῖν λέγῃ, καθὸ γέγονε σὰρξ, καὶ τὰ ἀνθρώπῳ πρέποντα φρονῇ. ΑΛΛΟ. Εἰ πάντα ὅσα ἔχει ὁ Πατὴρ τοῦ Υἱοῦ ἐστι, καθά φησιν αὐτὸς, ἔχει δὲ ὁ Πατὴρ τὴν γνῶσιν τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης, ἔχει δηλονότι ταύτην καὶ ὁ Υἱός. Οὕτω γὰρ ἀληθεύσει λέγων· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν. ΑΛΛΟ. Εἰ ἀληθεύει λέγων· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, οἶδε δὲ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν ὁ Πατὴρ, οἶδε δηλονότι καὶ ὁ Υἱὸς, ἐν Πατρί τε ὢν καὶ πάντα γινώσκων τὰ ἐν αὐτῷ, καὶ ἔχων ἐν ἑαυτῷ τὸν εἰδότα Πατέρα. ΑΛΛΟ. Εἰκὼν ἀπαράλλακτος τοῦ Πατρὸς ὁ Υἱὸς λέγεται καὶ ἔστιν. Εἰ δὲ οἶδεν ὁ Πατὴρ τὴν ἡμέραν καὶ τὴν ὥραν, ἀγνοεῖ δὲ ὁ Υἱὸς, πῶς τὸ ἀγνοοῦν εἰδότος φορέσει τὸν χαρακτῆρα; Ἀλλ' ἔστιν εἰκὼν τοῦ Πατρὸς, κἂν οἱ χριστομάχοι μὴ βούλωνται. Ἔοικεν ἄρα καὶ κατὰ τοῦτο τῷ Πατρὶ, καὶ ὥσπερ οἶδεν ἐκεῖνος, οὕτω καὶ αὐτός. ΑΛΛΟ. Ὁ μὴ εἰδέναι λέγων τὸν Υἱὸν, καθὸ Λόγος ἐστὶ, τὴν ἡμέραν καὶ τὴν ὥραν ἐκείνην, οὐκ ἔξω τῶν ἀπὸ τῆς βλασφημίας ἐγκλημάτων εὑρεθήσεται. Εἰ γὰρ οἶδε τὸν Πατέρα, καθά φησιν αὐτὸς, τί κωλύει καὶ τὸ τέλος εἰδέναι τῆς κτίσεως; Εἰ μὲν οὖν μεῖζον 75.373 ἐροῦσι του γινώσκειν τὸν Πατέρα τὸ εἰδέναι τὸ τῆς κτίσεως τέλος, ἀποίσονται τῆς βλασφημίας τὴν κόλασιν. Εἰ δὲ πάσης γνώσεως ὑπεραναβέβηκε τὸ γινώσκειν τὸν Πατέρα, πῶς ὁ τὸ μεῖζον εἰδὼς ἀγνοήσει τὸ ἔλαττον; ΑΛΛΟ, διηγηματικῶς. Οὐκ ἀγνοῶν ὁ Λόγος, ᾗ Λόγος ἐστὶ καὶ σοφία τοῦ Πατρὸς, τὸ, Οὐκ οἶδα, φησὶν, ἀλλὰ δεικνύων ἐν ἑαυτῷ καὶ τὸ ἀνθρώπινον, ᾧ μάλιστα πρέπει τὸ ἀγνοεῖν· ἴδιον γὰρ ἀνθρωπότητος τοῦτό γε. Ἐπειδὴ γὰρ τὴν ἡμῶν περιεβάλετο σάρκα, διὰ τοῦτο καὶ τὴν ἡμῶν ἄγνοιαν ἔχειν ἐσχηματίζετο. Ὅτι γὰρ τῇ ἀνθρωπότητι καὶ οὐ τῇ οἰκείᾳ φύσει τὸ ἀγνοεῖν περιτίθησιν, ἐντεῦθεν ἔξεστι μαθεῖν. Παραγαγὼν γὰρ εἰς μέσον τὴν ἱστορίαν τῶν κατὰ τοὺς χρόνους τοῦ Νῶε γεγονότων ἀνθρώπων, καὶ εἰρηκώς· Ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίζοντο, ἕως ἦλθεν ὁ κατακλυσμὸς, καὶ ἦρεν ἅπαντας, ἐπήγαγεν εὐθύς· Γρηγορεῖτε οὖν καὶ ὑμεῖς, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται· καὶ πάλιν· Ἧ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Ἐχρῆν, δὲ εἴπερ αὐτὸς ἦν ὁ ἀγνοῶν, καθὸ Λόγος ἐστὶν, ἐκεῖνο μᾶλλον εἰπεῖν· Οὐκ οἶδα ποίᾳ ἡμέρᾳ ἔρχομαι, καὶ ᾗ οὐ δοκῶ ὥρᾳ πεμφθήσομαι. Ἐπειδὴ δὲ τοῖς ἀκροωμένοις, τὸ μὴ εἰδέναι τὸν καιρὸν ἢ τὴν ἡμέραν τῆς παρουσίας αὐτοῦ περιτέθεικε, δῆλός ἐστιν αὐτὸς μὲν εἰδὼς ὡς Λόγος. Ἀγνοεῖν δὲ λέγων, καθὸ τῶν ἀγνοεῖν πεφυκότων, δηλονότι ἀνθρώπων, τὴν ὁμοίωσιν ἐνεδύσατο. ΑΛΛΟ. Εἰ ἐκ τῆς εἰκόνος τῆς κατὰ τὸν Νῶε σημαίνειν βούλεται τῆς δευτέρας αὐτοῦ παρουσίας τὸν καιρὸν, ὅτε κρίνων ἐλεύσεται τὴν οἰκουμένην, φαίνεται δὲ τοῦ κατακλυσμοῦ τὴν ἡμέραν οὐκ ἀγνοήσας (οὕτω γὰρ ἔφησε τῷ Νῶε· Εἴσελθε, σὺ καὶ οἱ υἱοί σου, εἰς τὴν κιβωτόν· ἔτι γὰρ ἡμερῶν ἑπτὰ, ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν)· οἶδεν ἄρα τῆς ἑαυτοῦ παρουσίας τήν τε ὥραν καὶ τὴν ἡμέραν, ἵνα σώζηται τῶν πραγμάτων ἡ ὁμοιότης, καὶ ἡ ἐν ἐκείνοις εἰκὼν, ταύτην σημαίνῃ. ΑΛΛΟ, ἕτι εἰς τὸ αὐτό· Περὶ δὲ τῆς ἡμέρας καὶ ὥρας ἐκείνης, οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ μόνος ὁ Πατήρ. Ὅταν ἡ θεία λέγῃ Γραφὴ περὶ τοῦ Σωτῆρος ἡμῶν